TLG 1569 001 :: PAUSANIAS :: Ἀττικῶν ὀνομάτων συναγωγή

PAUSANIAS Attic.
(A.D. 2)

Ἀττικῶν ὀνομάτων συναγωγή

Source: Erbse, H. (ed.), Untersuchungen zu den attizistischen Lexika [Abhandlungen der deutschen Akademie der Wissenschaften zu Berlin, Philosoph.–hist. Kl.] Berlin: Akademie–Verlag, 1950: 152–221.

Citation: Alphabetic letter — entry — (line)

T

1

Παυσανίου Ἀττικῶν ὀνομάτων συναγωγή.

alpha

1*

ἀβάκιον· ἐφ’ οὗ ἐκύβευον καὶ ἐφ’ οὗ τοὺς λογισμοὺς ἐποιοῦντο.

alpha

2

ἄβρα· ἡ σύντροφος καὶ παρὰ χεῖρα θεράπαινα.

alpha

3

Ἄβυδος· ἐπὶ συκοφάντου τάττεται ἡ λέξις διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς· καὶ Ἀβυδοκόμαι οἱ ἐπὶ τῷ συκοφαντεῖν κομῶντες. τίθεται δὲ καὶ ἐπὶ τοῦ εἰκαίου καὶ μηδενὸς ἀξίου. κωμῳδοῦνται δὲ 〈οἱ〉 Ἀβυδηνοὶ καὶ εἰς ἀκολασίαν, καὶ [ἡ] παροιμία· ‘μὴ εἰκῆ τὴν Ἄβυδον‘, ᾗ ἐχρῶντο ἐπὶ τῶν εἰκαίων καὶ οὐδαμινῶν.

alpha

4

ἀβυρτάκη· ὑπότριμμα βαρβαρικὸν ἐκ δριμέων σκευαζόμενον, ἐκ καρδάμων καὶ σκορόδων καὶ σινάπεως καὶ σταφίδων, ᾧ πρὸς κοιλιολυσίαν ἐχρῶντο.

alpha

5

ἀγαθοὶ δ’ ἀριδάκρυες ἄνδρες· ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων.

alpha

6

ἀγαθὸν δαίμονα· ὃν μετὰ τὴν ἄρσιν τῶν τραπεζῶν ἔπινον.

alpha

7

ἄγαλμα Ἑκάτης· τὴν κύνα οὕτως εἴρηκεν Ἀριστοφάνης (II 1195 M. =fr. 594 K.)· ‘καὶ κύων ἀκράχολος,
Ἑκάτης ἄγαλμα φωσφόρου, γενήσομαι‘. διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας ἢ ὅτι καὶ αὐτὴν κυνοκέφαλον πλάττουσιν. καὶ Καλλίμαχος οὖν
5ἐν Ὑπομνήμασι τὴν Ἄρτεμιν ἐπιξενωθῆναί φησιν (fr. 461 Pf.) Ἐφέσῳ υἱῷ Καΰστρου, ἐκβαλλο‐ μένην δὲ ὑπὸ τὴς γυναικὸς τὸ μὲν πρῶτον μεταβαλεῖν αὐτὴν εἰς κύνα, εἶτ’ αὖθις ἐλεήσασαν ἀποκαταστῆσαι εἰς ἄνθρωπον, καὶ αὐτὴν μὲν αἰσχυνθεῖσαν ἐπὶ τῷ συμβεβηκότι ἀπάγξασθαι, τὴν δὲ θεὸν περιθεῖσαν αὐτῇ τὸν οἰκεῖον κόσμον Ἑκάτην ὀνομάσαι.

alpha

8

Ἀγαμεμνόνεια φρέατα· ἱστοροῦσι τὸν Ἀγαμέμνονα περὶ 〈τὴν〉 Ἀττικὴν (cf. Clidem. FHG. I 361, fr. 9) καὶ περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι.

alpha

9

ἄγανον· τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα, καὶ τοῦτο τραγικώτερον τὸ ὄνομα (cf. Soph. fr. 231 P.).

alpha

10*

ἄγγαρος· ὁ νωθρός· λέγεται δὲ παρὰ τοῖς βαρβάροις καὶ ὁ δημόσιος γραμματο‐
φόρος, ὅθεν ἀγγαρεύεσθαι· τὸ εἰς δημοσίαν χρείαν ὑπηρετεῖν.152

alpha

11

ἄγειν· μεγαλύνειν. Ὅμηρος (ε 311)· ‘καί μευ κλέος ἦγον Ἀχαιοί‘. Ὑπερείδης δὲ (fr. 220) ἀντὶ τοῦ ἔχειν. καὶ ἄγειν ἀντὶ τοῦ ὑποκρίνεσθαι καὶ ἄγειν ἀντὶ τοῦ τιμᾶν καὶ ἄγειν ἀντὶ τοῦ πίνειν, ὅπερ καὶ ἐπάγειν ἔλεγον οἱ Ἀττικοί. Δημοσθένης δὲ τὸ ἄγειν ἐν τῷ Κατὰ Τιμο‐ κράτους τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων (XXIV 129) ‘καὶ τὸν ἀκινάκην τὸν
5Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούσ‘, 〈καὶ〉 Κατὰ Δημάδου (fr. 2 Saup.)· ‘ἦγεν δὲ πέντε μνᾶσ‘.

alpha

12

ἀγελαῖος· ἀντὶ τοῦ εὐτελής. τὸ μὲν ὄνομα ἴσως ἀπὸ τῶν ζῴων τῶν συναγελαζο‐ μένων, ἐφ’ οὗ σημαινομένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ (266a). μετῆκται δὲ ἐπὶ τοὺς ἀδοξοτέρους ἀνθρώπους. οὕτως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ (§ 18). καὶ 〈Πλάτων Μενελάω (II 642 M. = fr. 76 K.)〉 ἀγελαῖον ἄρτον τὸν χυδαῖον, καὶ Εὔπολις (II 570 M. = fr. 374 K.)
5ἀγελαίας ἰσχάδας τὰς εἰκαίας καὶ ** λίθους δὲ ἀγελαίους τοὺς εἰκαίους καὶ ἀκαταξέστους.

alpha

13

ἀγκαλιδαγωγοί· οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις ἢ ἐπὶ θρεμμάτων, 〈τὸ ῥῆμα ἀγκαλιδαγωγεῖν〉. ἀγκαλιδοφόροι δὲ οἱ αὐτοὶ φέροντες ἢ οἱ παῖδες οἱ ἀκολοθοῦντες τοῖς ἀγκαλιδαγω‐ γοῖς ὄνοις, 〈τὸ ῥῆμα ἀγκαλιδοφορεῖν〉. λέγονται δὲ οἱ πιπράσκοντες τὰς ἀγκαλίδας ἀγκαλιδοπῶλαι. εἰσὶ δὲ ἀγκαλίδες αἱ τῶν φρυγάνων δέσμαι, οἷον ὃ ἔστιν ἀγκαλίσασθαι.

alpha

14

ἀγκύλη· ἀκόντιον καὶ τοῦ ἀγκῶνος ἡ καμπὴ καὶ ἡ δεξιὰ χείρ, ὅθεν καὶ τὰ δόρατα ἀγκυλητά τε καὶ μεσάγκυλα ἐκάλουν. λέγεται καὶ εἶδος ποτηρίου, ᾧ ἐχρῶντο πρὸς τὴν τῶν κοττάβων παιδιάν, [ἀλλὰ καὶ] ἡ πρὸς κότταβον ἐπιτηδεία κύλιξ διὰ τὸ ἀπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον, καλῶς καὶ εὐσχημόνως κότταβον προΐεσθαι. ὠνο‐
5μάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι προθύμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. ἔστι δὲ καὶ εἶδός τι ἅμματος, ὡς Ἄλεξις Ἀχαΐδι (III 398 M. = fr. 31 K.)·
‘〈τὴν〉 ἀγκύλην τῆς ἐμβάδος
οὐ καλῶς ἔσφιγξας 〈αὖ〉 λυθεῖσαν‘. ἐχρήσαντο καὶ ἄλλοι τῇ λέξει.

alpha

15

ἀγκυλισταί· οἱ ἀκοντισταί.

alpha

16*

ἀγκυλομῆται· σκολιόβουλοι.

alpha

17*

ἀγκύλον· ἐπικαμπές, στρεβλόν, σκολιόν, ἐπικεκλασμένον.

alpha

18*

ἀγναπτότατος αὖος βάτος· ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους τὸν τρόπον.

alpha

19

ἀγορὰ Κερκώπων· Ἀθήνησι πλησίον τῆς Ἡλιαίας, ἐν ᾗ μάλιστα τὰ κλοπι‐ μαῖα πιπράσκονται καὶ ὠνοῦνται. τοιούτους γὰρ καὶ τοὺς Κέρκωπας παρειλήφαμεν, κλέπτας καὶ πανούργους.

alpha

20

Ἄγραι καὶ Ἄγρα· χωρίον ἔξω τῆς πόλεως πρὸς τῷ Ἰλι[σ]σῷ, οὗ τὰ μικρὰ τῆς Δήμητρος ἄγεται μυστήρια, ἃ λέγεται τὰ ἐν Ἄγρας, ὡς ἐν Ἀσκληπιοῦ. Φερεκράτης Γραυσίν
(II 267 M. = fr. 36 K.)·
‘εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας ...‘
153
5καὶ Ἀρτέμιδος τῆς Ἀγραίας αὐτόθι τὸ ἱερόν. Πλάτων Φαίδρῳ (229 c)· ‘ᾗ πρὸς τὸ τῆς Ἀγραίας διαβαίνομεν‘. Κλείδημος ἐν πρώτῳ Ἀτθίδος (FHG. I 359 fr. 1)· ‘τὰ μὲν οὖν ἄνω [τὰ] τοῦ Ἰλι[σ]σοῦ προσαγορεύουσιν Ἄγραν Εἰλειθυίας, τῷ δ’ ὄχθῳ πάλαι ὄνομα τούτῳ, ὃς νῦν Ἄγρα καλεῖ‐ ται, Ἑλικών. καὶ ἡ ἐσχάρα τοῦ Ποσειδῶνος τοῦ Ἑλικωνίου ἐπ’ ἄκρου‘. καὶ ἐν τῷ τετάρτῳ (FHG. ib.)· ‘εἰς τὸ ἱερὸν τὸ μητρῷον τὸ ἐν Ἄγραισ‘.

alpha

21

ἀγροῦ πυγή· τὸ πιότατον. οἱ δὲ ἐπὶ τῶν προσκαθημένων τινὶ λιπαρῶς. οἱ δὲ ὑπερ‐ βολικῶς λέγουσιν ἐπὶ τῶν ἐν ἀγρῷ καθημένων ἢ ἐπὶ τῶν σφόδρα ἀγροίκων.

alpha

22

Ἀγυιεύς· ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς 〈ὁ〉 θεός. Φερεκράτης Κραπαταλοῖς (II 291 M. = fr. 87 K.)· ‘ὦ δέσποτ’ Ἀγυιεῦ, ταῦτα συμμέμνησό μοι‘.

alpha

23

ἀγὼν οὐ δέχεται σκήψεις· τάττεται ἐπὶ τῶν μηδὲν ὀνιναμένων, εἰ σκήψαιντο.

alpha

24

ἄδειν τὰ Τελαμῶνος (cf. Anth. Lyr. II 6 sc. 15 D2)· ἦν τι σκόλιον γεγραμ‐ μένον ἐπὶ Αἴαντι, οὗ καὶ ὁ Τελαμὼν κατεμέμ〈ε〉ικτο.

alpha

25

Ἀδμήτου λόγον· ἀρχὴ σκολίου, ὃ οἱ μὲν Ἀλκαίου φασίν, οἱ δὲ Σαπφοῦς, οἱ δὲ Πραξίλλης τῆς Σικυωνίας. ἀρχὴ δὲ τοῦ μέλους αὕτη (Anth. Lyr. II 6 sc. 14 D2
‘Ἀδμήτου λόγον, ὦ ’ταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλει,
τῶν δειλῶν δ’ ἀπέχου γνούς, ὅτι δειλῶν ὀλίγα χάρις.‘

alpha

26

Ἀδράστεια· τινές φασιν ἑτέραν εἶναι τῆς Νεμέσεως. τὴν αὐτὴν δὲ τῇ Νεμέσει οἱ μὲν ἀπὸ Ἀδράστου φασὶν ὀνομασθῆναι, ὅτι μόνος τῶν ἑπτὰ σωθεὶς μόνος πάλιν τὸν υἱὸν ἀπέβαλεν ἐν τοῖς ἐπιγόνοις, οἱ δὲ ἀπό τινος Ἀδράστου Μυσοῦ ἱδρυσαμένου αὐτῆς ἱερόν. βέλτιον δὲ ἀπὸ τοῦ μηδὲν αὐτὴν ἀποδιδράσκειν.

alpha

27*

Ἀδώνιδος κῆποι· ἐκ θριδάκων καὶ μαράθρων, ἅπερ κατέσπειρον ἐν ὀστράκοις κατὰ τὰς οἰκίας. χρῶνται δὲ ἐπὶ τῶν ἐπιπολαίων καὶ κούφων τῇ παροιμίᾳ. ἔσπειρον δὲ τῇ Ἀφρο‐ δίτῃ τῶν καρπῶν τὴν εὕρεσιν ἀνατιθέντες.

alpha

28

ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι (Soph. fr. 809 N2 = 895 P.)· ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων, οἱ δὲ ἐπὶ τῶν ἀξίως τιμωρουμένων.

alpha

29*

ἀεὶ Ἰλίῳ κακά· **

alpha

30

ἀείτην· τὸν ἑταῖρον. Ἀρίσταρχος δὲ τὸν ἐρώμενον.

alpha

31

ἀεί τις ἐν Κύδωνος· ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους. ἀπὸ Κύδωνος
Κορινθίου φιλοξένως διατεθέντος.154

alpha

32

ἀετὸν ἵπτασθαι διδάσκεις· ἐπὶ τῶν ἐγχειρούντων διδάσκειν τινάς, ἃ ἐπί‐ στανται μᾶλλον τῶν θελόντων διδάσκειν.

alpha

33*

ἀήσυρον· ἀσθενὲς καὶ κενόν.

alpha

34

Ἀθηνᾷ τὸν αἴλουρον· ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται, ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμ‐ βάλοι.

alpha

35

Ἀθηναία· ἡ θεός〉 = Ael. α 43.

alpha

36

ἀθήρ· λέγεται μὲν οὖν καὶ ἡ ἐπιδορατίς. λέγεται δὲ καὶ ἀθὴρ πυρός, ὡς Εὐριπίδης Σθενεβοίᾳ (deest Arn., cf. Aesch. fr. 154 N2
‘παίω Χιμαίρας εἰς σφαγάς, πυρὸς δ’ ἀθήρ
βάλλει με καὶ τοῦδ’ αἰθάλη〈σ〉 πυκνὸν πτερόν‘.

alpha

37*

αἰγιαλοί· νεῶνες καὶ οἶκοι νεῶν.

alpha

38

αἰγίλιψ (Aesch. Suppl. 795)· ἀπρόσβατος, ψιλή, ἀβόσκητος.

alpha

39

αἰγίπυρρος· πόα πυρρά, ἣν αἶγες νέμονται.

alpha

40

αἰγίς· τὸ ἐκ τῶν στεμμάτων πλέγμα καὶ τὸ διὰ τῶν στεμμάτων πεπλεγμένον δίκ‐ τυον καὶ τὸ τοῦ Διὸς ὅπλον καὶ ἀνέμου συστροφή, ἣν καὶ καταιγίδα καλοῦσι, καὶ θώραξ καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης.

alpha

41*

αἴγλη· λαμπηδών, αὐγή, φέγγος, φῶς, βόλος κυβευτικός. Κρατῖνος (II 229 M. = fr. 377 K.). καθ’ ἑτέρους δὲ βόλος φαῦλος κυβευτικός. καὶ ποπάνου εἶδος, ἐν ᾧ διεπλάσσετο εἴδωλα. καὶ ἡ θυσία ἡ ὑπὲρ τοῦ κατακλυσμοῦ εἰς Δελφοὺς ἀπαγομένη, ὥς φησι Μελησαγόρας. ἔστι καὶ παιδιά τις καὶ τοῦ ζυγοῦ τὸ περὶ μέσον· ἀλλὰ καὶ ἡ σελήνη οὕτω καλεῖται καὶ 〈Αἰγλάηρ〉
5ὁ Ἀσκληπιός. καὶ χλιδὼν δέ τις οὕτως ἐκαλεῖτο (cf. Soph. fr. 537 N2 = 594 P.). ἔνιοι δέ φασι σημαίνειν καὶ τὸν περιπόδιον κόσμον ἢ τὰς ἀμφιδέας ἢ ἁπλῶς 〈τὸ〉 ψέλιον 〈ἢ〉 καὶ τὴν πέδην, ὡς παρ’ Ἐπιχάρμῳ (fr. 20 Kaib.).

alpha

42

αἰγὸς τρόπον μάχαιραν ἐσκάλευσά 〈μοι〉· λέγεται [μέντοι] καὶ ἑτέρως ἡ παροιμία· ‘αἲξ ποττὰν μάχαιραν‘ ὡς Χρύσιππος (deest Arnim) καὶ Κλέαρχος (deest Wehrli). τάσσεται δὲ ἐπὶ τῶν ἑαυτοῖς προξενούντων κακά. ἡ γὰρ αἲξ σκάλλουσα τὴν μάχαιραν εὑρίσκει, δι’ ἧς θύεται. ἄλλοι δέ φασιν, ὅτι ἐν Κορίνθῳ τῆς Μηδείας παισὶ μετὰ τὸ ἐναγίσαι τὴν μάχαιραν
5ἀποκρύπτουσι, τῷ δὲ ἑξῆς ἔτει τὸ μέλλον πάλιν ἐναγίζεσθαι ἱερεῖον τοῖς κέρασιν ἀνορύττει τὴν μάχαιραν.

alpha

43

Αἰδοῦς βωμός· Ἀθήνησιν ἐν τῇ ἀκροπόλει Αἰδοῦς καὶ Ἀφελείας ἦν βωμὸς περὶ τὸν τῆς Πολιάδος Ἀθηνᾶς νεών, ἃς οἱ μὲν παιδαγωγούς, οἱ δὲ τροφοὺς τῆς Ἀθηνᾶς γενέ‐ σθαι φασίν.

alpha

44

αἰεὶ γεωργὸς εἰς νέωτα πλούσιος· ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλ‐
λάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων. λέγεται καὶ χωρὶς τοῦ ῖ ‘ἀεὶ γεωργόσ‘. μέμνηται δὲ τῆς παροιμίας καὶ Θεόπομπος ὁ κωμικὸς ἐν τῇ Εἰρήνῃ (fr. 1 Dem.) ὡς καὶ ἐν Δελφοῖς ἀναγεγραμμένης·155
5
‘ἔπειτα κἀν Δελφοῖσιν ἀνετέθη γραφείς·
ἀεὶ γεωργὸς 〈εἰς νέωτα〉 [ὅτι] χρηστὸς ἦν
πρῶτον πολὺ τὸν λιμὸν .. ἀποφεύγων‘. ἔστι καὶ παρὰ ἄλλοις ἡ ὑπόμνησις, ὥς φησιν Εἰρηναῖος.

alpha

45

αἰετὸν κάνθαρος μαιεύσομαι (Ar. Lys. 695)· παροιμία. τὰ γὰρ ᾠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσιν.

alpha

46

αἵματι κλαίειν· ἐπὶ τῶν πάντα πραττόντων καὶ μὴ δυναμένων πεῖσαί τινα οὕτω λέγουσιν οἱ ἀρχαῖοι· ‘οὐδ’ ἂν πείσειας αὐτὸν οὐδ’ αἵματι κλαίων‘.

alpha

47

αἱμασιά· ἐκ χαλίκων οἰκοδομή, τειχίον, θριγκός.

alpha

48

αἲξ οὐρανία· τὰ τοῦ λευκοῦ κυάμου γένη, ᾧ ἐψήφιζον καὶ ἐχειροτόνουν. Κρα‐ τῖνος ἐν Χείρωσιν (cf. II 160 M. = fr. 244 K.). καὶ παροιμία τὸ ‘αἲξ οὐρανία‘ ὁμοία τῷ ‘λευκὴ ψῆφοσ‘ (cf. Diog. pers. VI 9; Mac. V 57)· ὡς γὰρ Ἀμάλθεια τροφὸς ἦν τοῦ Διός, οὕτω καὶ ἡ τοιαύτη ψῆφος ἔτρεφε τοὺς δωροδοκοῦντας δικαστάς. οἱ δὲ τὰ εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως
5ἀφορμὴν παρέχοντα οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες, ἐπεὶ καὶ ὁ τὸ τῆς Ἀμαλθείας κέρας ἔχων πᾶν ὃ ἐβούλετο εἶχεν.

alpha

49

αἶρε δάκτυλον· τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ ἀγωνίᾳ. ἐπαίρεσθαι γὰρ τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι.

alpha

50

αἴρειν ἔξω πόδα πηλοῦ· ἐπὶ τῶν μὴ βουλομένων ἐν πράγμασιν εἶναι. λέγεται δὲ καὶ ‘αἴρειν ἔξω πόδα αἰτίασ‘.

alpha

51*

Αἰσώπειος φόρτος· ** Αἴσωπος 〈γὰρ〉 φρυκτὰς αἴρων μάζας εἰς ὁδὸν καὶ φόρτον ἐξογκώσας οὐκ εὐάγκαλον, ἀλλὰ καὶ δυσβάστακτον διὰ τὸ περιβριθὲς τὴν μὲν ἀρχὴν ἐγε‐ λᾶτο οἷα τοσοῦτον ἄχθος τοῦ μετρίου προελόμενος, τῇ δὲ ἑξῆς καὶ τῇ μετ’ αὐτὴν καὶ τῇ ἐχομένῃ ἐθαυμάζετο διὰ τὸ ἀπηλλάχθαι τοῦ κατὰ τοὺς συνδούλους βαρύνεσθαι διόλου τῷ ἀχθοφορήματι.

alpha

52

Αἰώρα· **

alpha

53

ἀκάμπιος δρόμος· ὁ μακρὸς καὶ δι’ εὐθείας περίπατος.

alpha

54

ἄκριες· ἄκρα ὀρῶν, λόφοι, ἐσχατιαί, γωνίαι.

alpha

55

ἀκρίζειν· 〈ἐπὶ〉 τὰ ἄκρα ἐπιπορεύεσθαι, ὃ καὶ ἐξακρίζειν Εὐριπίδης φησίν. (Or. 275). Αἰσχύλος δὲ (Cho. 932) ἐπήκρισέ φησιν ἀντὶ τοῦ ἐπ’ ἄκρον ἤγαγε καὶ τέλος
ἐπέθηκεν.156

alpha

56*

ἀκροθίνια πυγμαίων κολοσσῷ ἐφαρμόζειν· παροιμία ἐπὶ τῶν μάτην κο‐ πιώντων.

alpha

57

ἀκρωβελία[ς]· τὸ ἄκρον τοῦ ὀβελίου ἄρτου.

alpha

58

ἀκτίς· οἰκέτου ὄνομα καὶ ἀγγείου [δέ], ἐφ’ οὗ οἱ ὀβολοὶ ῥιπτοῦνται.

alpha

59

ἀλάβαστος ** ᾧ ἐχρῶντο ἐπὶ τιμωρίᾳ τῶν μοιχῶν ἀντὶ τοῦ ῥαφάνου.

alpha

60

ἅλας ἄγων καθεύδεις· ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευδόντων καὶ ῥᾳστω‐ νευομένων. ἐμπόρου γάρ τινος τὴν ναῦν ἁλῶν πληρώσαντος καὶ καθεύδοντος τὴν ἀντλίαν ἐπανα‐ βῆναι καὶ ἐκτῆξαι τοὺς ἅλας. ἔνθεν ἡ παροιμία.

alpha

61

ἀλάστωρ· ὁ ἁμαρτωλός· κατὰ μὲν Χρύσιππον τὸν φιλόσοφον (St. V. Fr. II 47, fr. 157 s.) ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος τοῦ ἐλαύνεσθαι διὰ φόνον, κατὰ δὲ Ἀπολλόδωρον (FG Hist 244, 150) ἀπὸ τοῦ ἀλιτεῖν, ὅ ἐστιν ἀλιτανεύτως ἀδικεῖν. μήποτε δέ ἐστιν ὁ διὰ μέγεθος τῶν πεπραγ‐ μένων αὐτῷ λιτῆς μὴ καταξιούμενος ἢ ὁ τοιαῦτα τολμήσας πράττειν, ὧν μὴ ἔστιν ἐπιλαθέσθαι.
5ἐπὶ δὲ τοῦ Διός, οἷον ‘ἀλάστωρ Ζεύσ‘, ἀπὸ τοῦ τοῖς ἄλαστα πάσχουσιν ἐπαμύνειν ἢ ὡς οὐδὲν αὐτὸν τῶν τολμωμένων παρὰ ἀνθρώποις λαθεῖν δυνάμενον. καὶ δαίμων τις καλεῖται ἐπεξιὼν τοὺς ἄλαστα εἰργασμένους καὶ αὐτὸς ὁ πράξας τι τοιοῦτον, μάλιστα δὲ φόνον αὐτοχειρίᾳ. Μένανδρος Περικειρο‐ μένῃ (v. 408s. Kö.)·
‘ὁ δ’ ἀλάστωρ ἐγώ καὶ ζηλότυπος ἄνθρωποσ‘.
10〈καὶ〉 ἐν Ὀργῇ (fr. 308 Kö.) ἐμφαίνεται, ὅτι προσφάτως ἦν ἐπιχωρία·
‘καὶ τοὔνομα τί λέγεις; —ἀλάστωρ [φησί]. —τοῦτο δή [τοίνυν]
καινὸν λεγόμενον‘, εἰ μὴ πρὸς τραγῳδ〈ι〉οποιούς τινας λέγεται κατακόρως χρωμένους τῷ ὀνόματι.

alpha

62

ἀλαωπός· ὁ ἀφανὴς ἢ ὁ τυφλός.

alpha

63

ἀλετρίδες· αἱ τὸν ἱερὸν ἀλετὸν ἀλοῦσαι. ᾑροῦντο δέ τινες παρθένοι, αἳ τὰ εἰς θυσίαν πόπανα ἤλουν. καὶ ἦσαν ἔντιμοι.

alpha

64

ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ· ἐπὶ τῶν ἀληθεστάτων μέν, οὐ πιστευομένων δέ. μέμνηται τῆς παροιμίας Μένανδρος ἐν Ἀνατιθεμένῃ (fr. 31 Kö.). Σάγρα γὰρ ποταμὸς τῆς Λοκρίδος. Λοκροὺς δέ φασι τοὺς Ἐπιζεφυρίους πόλεμον ἔχοντας πρὸς τοὺς πλησιοχώρους Κροτωνιάτας αἰτῆσαι συμμαχίαν τοὺς Λακεδαιμονίους· τῶν δὲ στρατὸν μὲν οὐκ ἔχειν φησάντων,
5διδόναι δὲ αὐτοῖς τοὺς Διοσκούρους τοὺς Λοκροὺς οἰωνισαμένους τὸ κερτομηθὲν τήν τε ναῦν
ἀποστρέψαι καὶ δεηθῆναι τῶν Διοσκούρων συμπλεῖν αὐτοῖς. νικησάντων δὲ αὐθημερὸν καὶ τῆς φήμης διαγγελθείσης εἰς Σπάρτην τὸ μὲν πρῶτον ἀπιστηθῆναι, ἐπεὶ δὲ εὑρέθη ἀληθῆ, ἐκβῆναι ἐκεῖθεν τὴν ῥηθεῖσαν παροιμίαν.157

alpha

65

ἀληλεσμένον βίον· οἱ μὲν ἐπὶ τῶν βαλανίτῃ βίῳ χρωμένων ἐδέξαντο, οἱ δὲ ἐπὶ τῶν ἀταλαιπώρως βιούντων· οἷον κατειργασμένον, πρὸς τροφὴν ἕτοιμον.

alpha

66

Ἁλικοί· οἱ τὰ πρὸς θάλασσαν τῆς Πελοποννήσου περὶ Τίρυνθος οἰκοῦντες μέρη.

alpha

67*

ἅλις δρυός· ἐπὶ τῶν δυσχερῶς μέν τι καὶ ἀηδῶς ἐσθιόντων, ὕστερον δὲ βέλτιόν τι εὑρόντων.

alpha

68

ἁλκυονίδες ἡμέραι· αἱ ἐν χειμῶνι νήνεμοι καὶ γαλήνην ἔχουσαι· περὶ δὲ τοῦ ἀριθμοῦ διαφέρονται· Σιμωνίδης γὰρ ἐν Πεντάθλοις (fr. 20 D2) ιδʹ φησὶν αὐτὰς καὶ Ἀριστο‐ τέλης ἐν τοῖς Περὶ ζῴων (h. an. 542b 4 ss.), Δημαγόρας δὲ ὁ Σάμιος (FHG. IV 378, fr. 3) ἑπτά, Φιλόχορος (FHG. I 414, fr. 180) ἐννέα. τὸν δὲ ἐπ’ αὐταῖς μῦθον Ἡγήσανδρος ἐν τοῖς Περὶ **
5ὑπομνήμασι (FHG. IV 422, fr. 46) λέγει οὕτως· ‘Ἁλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν Φθο‐ νία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήνη, Δριμώ, Ἀστερίη. αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Παλλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν. Ἀμφιτρίτη δὲ αὐτὰς ὄρνιθας ἐποίησε καὶ ἀπὸ τοῦ πατρὸς ἁλκυόνες ἐκλήθησαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι ἁλκυονίδες καλοῦνται‘.

alpha

69

ἄλλην δρῦν βαλάνιζε· ἐπὶ τῶν ἐνδελεχῶς αἰτούντων τι ἢ παρὰ τῶν αὐτῶν ἀεὶ δανειζομένων.

alpha

70

ἄλλος οὗτος Ἡρακλῆς (com. fr. ad. 685 K.)· παροιμία ἐπὶ Θησεῖ ἢ ἑνὶ τῶν Ἰδαίων Δακτύλων, οἱ δὲ ἐπὶ τῷ Αἰγυπτίῳ Ἡρακλεῖ, οἱ δὲ ἐπὶ τῷ τῆς Ἀλκμήνης.

alpha

71

ἀλοιμός· τὸ τῶν τοίχων χρῖσμα.

alpha

72

ἀλοιφεῖον· ᾧ οἱ ἀλεῖπται χρῶνται.

alpha

73

ἀλύειν· τὸ ἐν ἄλῃ καὶ παρέσει τὴν ψυχὴν ἔχειν.

alpha

74

ἄλφιτα· κυρίως μὲν τὰ ἀπὸ πεφρυγμένων καὶ ἀλεσθεισῶν κριθῶν θραύσματα. καταχρηστικῶς δὲ καὶ τὰ ἀπὸ πυρῶν ἢ φακῶν.

alpha

75

ἀλφίτων στοά (cf. Ar. eccl. 686)· ἡ ἀλφιτόπωλις, ἐν ᾗ καὶ ἡ Ζεύξιδος ἀνέκειτο Ἑλένη.

alpha

76

Ἁλῷα· ἑορτὴ Δήμητρος καὶ Διονύσου. προσηγόρευται δὲ διὰ τὸ ταῖς ἀπαρχαῖς ταῖς ἀπὸ τῆς ἅλω τότε καταχρῆσθαι φέροντας εἰς Ἐλευσῖνα, ἢ ἐπεὶ ἐν ἅλωσιν ἔπαιζον ἐν τῇ ἑορτῇ. ἤγετο δὲ ἐπὶ τῇ συγκομιδῇ τῶν καρπῶν 〈ἡ〉 ἑορτή [Ἁλῷα]. ἐν ᾗ καὶ Ποσειδῶνος πομπή. ἀπὸ τοῦ
συναλίζεσθαι, ὅθεν καὶ ἅλως.158

alpha

77

ἀλώπηξ δωροδοκεῖται· ἐπὶ τῶν ῥᾳδίως δώροις ἁλισκομένων. Κρατῖνος Νόμοις (II 87 M. = fr. 128 K.)· ‘ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται‘.

alpha

78

ἀλώπηξ τὸν βοῦν ἐλαύνει· τάττεται ἐπὶ τῶν μὴ κατὰ λόγον ἀποβαινόντων.

alpha

79

ἅμα· χρονικόν. ὁμοῦ· χρονικὸν καὶ τοπικόν.

alpha

80

ἁμαμηλίς· σῦκον τὸ ἅμα μήλῳ ἀνθοῦν.

alpha

81

ἁμαξίδας· τὰ μικρὰ ἁμάξια, ἃ τοῖς παιδίοις ἐποίουν παίγνια.

alpha

82

ἁμάσυκον· μῆλον τὸ ἅμα σύκῳ ἀνθοῦν.

alpha

83

ἀμβροσία· γένος τι συνθέσεως ἐξ ὕδατος ἀκραιφνοῦς καὶ μέλιτος καὶ ἐλαίου 〈καὶ〉 παγκαρπίας. 〈ἔστι δὲ〉 καὶ ἄνθος τι.

alpha

84*

ἀμβρόσιον· θεῖον ἢ ἀθάνατον ἢ θαυμαστόν.

alpha

85

ἀμέργειν· καρπολογεῖν. Ἀριστοφάνης Νήσοις (V 122 M. = fr. ad. 437 K.)·
‘ὁ μέν τις ἀμπέλους
τρυγῶν ἄν, ὁ δ’ ἀμέργων ἐλάασ‘.

alpha

86*

ἁμίδας· τὰ οὐροδόχα ἀγγεῖα.

alpha

87

ἅμιπποι· δύο ἵπποι συνεζευγμένοι τοῖς τραχήλοις χωρὶς δίφρου, κατὰ τὸ παλαιὸν καὶ ‘ξυνωρίσ‘ καλούμενοι. ἦν δὲ ἐπὶ μὲν τοῦ ἑτέρου ἡνίοχος, ἐπὶ δὲ τοῦ ἑτέρου ὁπλίτης. ἀπὸ οὖν τοῦ ἅμα ἀμφοτέρους καθέζεσθαι ἅμιπποι οὗτοι ἐλέγοντο (cf. Thuc. V 57, 2).

alpha

88

ἀμνὴν θερίζειν· παροιμία ἐπὶ τῶν χρόνῳ ὕστερον τιμωρουμένων. ὅταν γὰρ ᾖ ἀμνίον, οὐκ ἀποκείρεται.

alpha

89

ἀμνόν· τὸν ἐνιαύσιον ἄρνα. Ἴστρος ἐν Ἀττικαῖς λέξεσιν (EHG. I 426, fr. 53)· ‘ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, εἶτα λιπογνώμονα, μοσχίαν δὲ τὸν πρῶτον. 〈ἀρνειὸσ〉 δὲ καὶ ὁ τριέτης κριόσ‘.

alpha

90

ἀμολγοί (com. fr. ad. 1351 K.)· οἱ ἀμέλγοντες τὰ κοινὰ καὶ διαφοροῦντες τὰ δημόσια.

alpha

91

ἀμόργη· ἡ τοῦ ἐλαίου ὑποστάθμη καὶ ἡ τρὺξ τοῦ οἴνου.

alpha

92

ἀμόργινος· ὅμοιος βύσσῳ.

alpha

93

ἀμοργίς· κυρίως ἡ λινοκαλάμη, ἐξ ἧς ἐνδύματα ἀμόργινα λεγόμενα.159

alpha

94

ἀμοργοί· πόλεως ὄλεθροι, Κρατῖνος Σεριφίοις (II 140 M. = fr. 214 K.). κα‐ λοῦσι δὲ καὶ μοργοὺς τὸ α ἀφαιροῦντες, ὥσπερ καὶ μαυρὸν τὸ ἀμαυρὸν καὶ σφοδελὸν τὸ ἀσφοδελόν.

alpha

95

ἀμπυκάσαι· ἀναδῆσαι, χαλινῶσαι, στεφανῶσαι.

alpha

96

ἀμπυκῖται· διαδήματα. ἴσως διὰ τὸ ἀμπέχειν τὰς τρίχας, ὃ καὶ ἀμπυκίζειν λέ‐ γεται.

alpha

97

ἄμπυκες· διαδήματα.

alpha

98

ἄμπυξ· χαλινός, συγκάθαμμα, ἐπίκρανον, καλύπτρα, διάδημα, στεφάνη· κατὰ δὲ μεταφορὰν ὁ τροχὸς διὰ τὸ κυκλοτερῆ[ς] εἶναι.

alpha

99

Ἄμυρις μαίνεται· θεωρὸς γὰρ 〈ὀνόματι Ἄμυρισ〉 ὑπὸ Συβαριτῶν πεμφθεὶς εἰς Δελφοὺς περὶ εὐδαιμονίας καὶ τοῦ θεοῦ χρήσαντος ἀπώλειαν Συβαριτῶν ἔσεσθαι τότε, ὅταν ἀνθρώ‐ πους θεῶν προτιμήσωσιν, ἰδὼν δοῦλον μαστιγούμενον καὶ εἰς ἱερὸν προσφυγόντα καὶ μὴ ἀπο‐ λυόμενον, ὕστερον δὲ εἰς τὸ τοῦ μαστιγοῦντος πατρὸς μνῆμα καταφυγόντα καὶ ἀπολυθέντα, συνεὶς
5τὸ λόγιον, ἐξαργυρισάμενος τὰ ἴδια ἀπῆρεν εἰς Πελοπόννησον. καὶ Συβαρῖται μέν, ὃ λογισμῷ πεποίηκεν, εἰς μανίαν ἐδέξαντο ἐπιλέγοντες· ‘Ἄμυρις μαίνεται‘. ὁ δὲ τῷ χρόνῳ διὰ τὴν προσποίη‐ τον μανίαν ἐθαυμάσθη.

alpha

100

ἀμφαξονεῖν (com. fr. ad. 925 K.)· τὸ μὴ ἐπ’ εὐθείας πορεύεσθαι καὶ τὸ τὰ γό‐ νατα ἀσθενοῦντας περικλᾶσθαι.

alpha

101

ἀμφιδρόμια· ἡμέρα πέμπτη τοῖς βρέφεσιν ἐκ γενέσεως, οὕτω κληθεῖσα παρ’ ὅσον ἐν ταύτῃ καθαίρουσι τὰς χεῖρας αἱ συναψάμεναι τῆς μαιώσεως, καὶ τὸ βρέφος περὶ τὴν ἑστίαν φέρουσι τρέχοντες κύκλῳ, καὶ τοὔνομα τίθενται τούτῳ δῶρά τε πέμπουσι [τῷ παιδίῳ] ὡς ἐπὶ τὸ πλεῖστον πολύποδας καὶ σηπίας οἵ τε φίλοι τε καὶ οἰκεῖοι καὶ ἁπλῶς οἱ προσήκοντες.

alpha

102

ἀμφιμάσχαλος χιτών· δύο χειρῖδας ἔχων, ἅσπερ μασχάλας ἐκάλουν, ὃς ἦν τῶν ἐλευθέρων. ὁ δὲ τῶν οἰκετῶν μίαν εἶχε καὶ διὰ τοῦτο ἑτερομάσχαλος ἐκαλεῖτο. ἦν δὲ τοιοῦτος, ἵνα γυμνῷ τῷ ὤμῳ εὐκολώτερον ἐργάζωνται.

alpha

103

ἀμφίταποι· τάπητες ἀμφίμαλλοι.

alpha

104

ἀμφιφῶν· πλακοῦς διὰ τυροῦ, ἐφ’ οὗ δᾷδα πήσσοντες ἅπτουσι τοῦ φωτὸς χάριν.

alpha

105

ἀμφιφῶντες· πλακοῦντος εἶδος, οἵτινες ἐγίνοντο 〈Μουνυχιῶνος μηνὸς ἕκτῃ ἐπὶ δέκα, οἳ καὶ εἰς τὸ Μουνυχίας ἱερὸν τῆς Ἀρτέμιδος ἐκομίζοντο. ὠνομάζοντο δὲ ἀμφιφῶντες ὡς μέν τινες, ὅτι τότε ἐγίνοντο〉, ὅτε ὁ ἥλιος καὶ ἡ σελήνη πρωῒ ὑπὲρ γῆς φαίνονται, ὡς δὲ Ἀπολ‐
λόδωρος (FG Hist 244, 152), ὅτι ἐκόμιζον αὐτοὺς δᾴδια ἡμμένα περιπηγνύντες ἐπ’ αὐτῶ〈ν〉.160

alpha

106*

ἀμφορεύς ὁ ἀμφιφορεὺς ὑπὸ Ἀθηναίων καλεῖται.

alpha

107

ἀμφώβολα· τὴν διὰ τῶν σπλάγχνων μαντείαν. Σοφοκλῆς (fr. 910 N2 = 1006 P.).

alpha

108

ἀμφωτίδες (Aesch. fr. 102 N2)· ἃς ἔχουσιν οἱ παλαισταὶ περὶ τοῖς ὠσίν.

alpha

109

Ἀναγυράσιος δαίμων· [ἐπεὶ τὸν παροικοῦντα πρεσβύτην καὶ ἐκτέμνοντα τὸ ἄλσος ἐτιμωρήσατο Ἀνάγυρος ἥρως. Ἀναγυράσιοι δὲ δῆμος τῆς Ἀττικῆς] τούτου [δέ] τις ἐξέκοψε τὸ ἄλσος. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτις μὴ δυναμένη συμπεῖσαι τὸν παῖδα διέβα‐ λεν ὡς ἀσελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωσεν αὐτὸν καὶ ἐγκατῳκοδόμησεν. ἐπὶ τούτοις καὶ ὁ πατὴρ ἑαυ‐
5τὸν ἀνήρτησεν, ἡ δὲ παλλακὴ εἰς φρέαρ ἑαυτὴν ἔρριψεν. ἱστορεῖ δὲ Ἱερώνυμος ἐν τῷ Περὶ τραγῳ‐ διοποιῶν (fr. 4 Hiller) ἀπεικάζων τούτοις τὸν Εὐριπίδου Φοίνικα (p. 621 N2).

alpha

110

ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος (cf. Ar. Ach. 491)· ἐπὶ τῶν ἀπηρυ‐ θριακότων καὶ μηδεμίαν μεταβολὴν τοῦ τρόπου ποιουμένων.

alpha

111

Ἀνάκεια· ἑορτὴ Διοσκούρων. τριττύαν δὲ τὴν θυσίαν ταύτην εἶναι συμβαίνει Διοσ‐ κούροις καὶ Ἑλένῃ, δι’ ἣν εἰς τὴν Ἀττικὴν ἐμβαλόντες ἐκεῖνοι οὐκ ἠδίκησαν οὐδένα τῶν ἐγχωρίων.

alpha

112

ἀνακῶς· ἀντὶ τοῦ φυλακτ〈ικ〉ῶς καὶ προνοητικῶς. Ἡρόδοτος (VIII 109, 4 et I 24, 7) καὶ Θουκυδίδης (VIII 102).

alpha

113*

ἄναντα· ἄνω, ἀνωφερῆ, δυσχερῆ.

alpha

114*

ἀναπίπτειν· τὸ ἀθυμεῖν λέγεται παρὰ τοῖς παλαιοῖς (cf. Thuc. I 70, 5).

alpha

115

ἀναρρύει· ἀντὶ τοῦ θύει καὶ σφάττει, Εὔπολις (II 576 M. = fr. 395 K.). καὶ ἡ θυσία ἀνάρρυσις.

alpha

116

ἀνάστατοι· πλακοῦντος εἶδος. οὗτοι δὲ αὐταῖς ταῖς Ἀρρηφόροις ἐγίνοντο. ἐλέ‐ γοντο δέ τινες πλακοῦντες καὶ χαρίσιοι. οὗτοι δὲ ἀπὸ τῶν καταλειπομένων συμμ〈ε〉ιγνύμενοι ἐγίνοντο. καὶ δημιουργοὶ ἔπλασσον. Ἀριστοφάνης Δαιταλεῦσι (II 1027 M. = fr. 202 K.)·
‘πέμψω πλακοῦντας ἑσπέρας χαρισίουσ‘.
5οἱ δὲ ἀμφιφῶντες ἐγίνοντο Μουνυχιῶνος μηνὸς ἕκτῃ ἐπὶ δέκα, οἳ καὶ εἰς τὸ Μουνυχίας ἱερὸν τῆς Ἀρτέμιδος ἐκομίζοντο. ὠνομάζοντο δὲ ἀμφιφῶντες, ὡς μέν τινες, ὅτι τότε ἐγίνοντο, ὅτε ἥλιός τε καὶ σελήνη πρωὶ ὑπὲρ γῆς φαίνονται, ὡς δὲ Ἀπολλόδωρος (FG Hist 244, 152), ὅτι ἐκόμιζον αὐτοὺς δᾴδια ἡμμένα περιπηγνύντες ἐπ’ αὐτῶν. φθοῖς δὲ ἦσαν πέμματα, ἃ τοῖς θεοῖς καὶ μετὰ τῶν σπλάγχνων ἔθυον. αἱ δὲ σελῆναι πέμματα ἦσαν πλατέα κυκλοτερῆ. πέλανοι δὲ 〈πέμματα ἐκ παι‐
10πάλης, τουτέστιν ἀλεύρου λεπτοτέρου,〉 τὰ εἰς θυσίαν ἐπιτήδεια. πόπανα δὲ 〈πλακούντια πλατέα καὶ λεπτὰ καὶ περιφερῆ〉· καὶ ἐν Ἐρεχθεῖ τὰς σελήνας πελάνους εἴρηκεν Εὐριπίδης (fr. 350 N2
‘καί μοι, πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων,
φράσον σελήνας τάσδε πυρίνου χλόησ‘.
ἐπὶ δὲ ἓξ σελήναις ‘βοῦν ἕβδομον‘ ἔπεττον κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφαοῦς σελήνης.161
15ἔθυον μὲν οὖν καὶ ἐπὶ τέτταρσι ποπάνοις τοῦτον τὸν βοῦν καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν, μᾶλλον δὲ ἐπὶ ταῖς ἓξ ἕβδομον βοῦν. 〈τάττεται δὲ ἡ παροιμία〉 ἐπὶ τῶν ἀναισθήτων.

alpha

117

ἀνδραποδώδη τρίχα· τὴν τῶν ἀνδραπόδων ἰδίως κουράν, ἣν ἀπελευθερωθέν‐ τες ἤλλασσον Ἀθήνησιν [αἱ] δοῦλαί τε καὶ [οἱ] δοῦλοι.

alpha

118

ἁνεῖν· ἐν ἐκτάσει ἔχει τὸ α· δηλοῖ δὲ τὸ πτίσσειν. Φερεκράτης (II 345 M. = fr. 183 K.)·
‘νῦν δ’ ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίσσειν, φρύγειν, ἀναβράττειν,
ἁνεῖν, ἀλέσαι, μᾶξαι, 〈πέψαι〉, τὸ τελευταῖον παραθεῖναι‘.
5καὶ ἐκ τοῦ πτίσσειν καὶ ἁνεῖν ἡ πτισ[σ]άνη.

alpha

119*

ἀνέμοις θάλασσα δουλεύει· παροιμία **

alpha

120*

ἀνεμοκοῖται· οἱ ἀνέμους κοιμίζοντες. γένος δέ φασι τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ.

alpha

121

ἀνερίναστος συκῆ· ᾗ μὴ προσβέβληνται οἱ ἐρινεοί. ἐρινεὸς δέ ἐστιν ὁ τῆς ἀγρίας συκῆς καρπός, ὃν καὶ ἀπαρτῶσι τοῖς ἡμέροις, ὡς ἂν οἱ ἐξ αὐτῶν καλούμενοι ψῆνες εἰς τοὺς ὀλύνθους μεταστάντες τελεσφορηθῆναι τούτους παρασκευάζωσιν. τοῦτο δ’ ἐρινάζειν λέγεται. οἱ δὲ τὸ ἀνερίναστος μαλακὸς καὶ ἄγονος.

alpha

122

ἀνηνέχθη· ἀνήνεγκε καὶ ἀνελάμβανεν αὑτόν. Μένανδρος Ῥαπιζομένῃ (fr. 369 Kö.) 〈καὶ〉 Θεόπομπος (II 819 M. = fr. 66 K.)·
‘ἄφωνος ἐγένετο, ἔπειτα μέντοι πάλιν ἀνηνέχθη‘.

alpha

123

ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον· Ἀριστοφάνης Δαιδαλεῦσιν (fr. 11 Dem.) ὡς παροιμιῶδες.

alpha

124

ἀνθ’ Ἑρμιόνος (Aristoph. II 981 M. = fr. 87 K.)· ἐπὶ τῶν [ὁμοίως ἱερὰ] 〈τοὺς ἱκέτασ〉 διασῳζόντων. Ἑρμιὼν γὰρ ἐν Πελοποννήσῳ πόλις Κόρης καὶ Δήμητρος ἄσυ‐ λος ὥστε σκέπην παρέχειν τοῖς ἱκετεύουσιν.

alpha

125

ἄνθρακες ὁ θησαυρὸς ἦσαν· ἐπὶ τῶν ἐλπιζόντων μὲν ἀγαθά, κακουμένων δὲ ἀφ’ ὧν ἦν αὐτοῖς ἡ τῶν ἀγαθῶν ἐλπίς.

alpha

126

ἀντωμοσία· δίκη ἀντωμοσμένη. προώμνυε μὲν γὰρ ὁ διώκων δικαίως κατηγορεῖν—ἦν δὲ τοῦτο καὶ κατωμοσία—, ἀντώμνυε δὲ ὁ φεύγων ἀδίκως ἐγκαλεῖσθαι. διωμο‐ σία δὲ ὁ ἑκατέρωθεν γινόμενος ὅρκος τοῦ μὲν ὡς πράξαντα διώκει, τοῦ δὲ ὡς οὐκ ἔπραξεν. ὑπω‐ μοσία δὲ ἀπόδοσις αἰτίας, δι’ ἣν οὐκ ἀπήντησέ τις πρὸς τὴν δίκην. ἐξωμοσία δὲ ἄρνησις σὺν ὅρκῳ
5ὡς ἀδυνατοῦντος ποιεῖν τὸ προσταττόμενον ἢ παρὰ καιρὸν ὄντος αὐτῷ τοῦ λειτουργεῖν.

alpha

127

Ἄορνος· λίμνη περὶ Τυρσηνίαν. ** δέ φησι καὶ ἐν Κύμῃ τῇ Χαλκιδικῇ Ἄορνον
λίμνην εἶναι, περὶ ἣν πεφυκότων πολλῶν δένδρων μηδὲν τῶν ἀποπιπτόντων φύλλων ἐμπίπτειν εἰς αὐτήν. εἶναι δὲ καὶ νεκυομαντεῖον ἐν ταύτῃ τῇ λίμνῃ Σοφοκλῆς (fr. 682 N2 = fr. 748 P.) ἱστορεῖ.162

alpha

128

ἀπ’ αἰγείρου θέα καὶ παρ’ αἴγειρον (Crat. II 189 M. = fr. 339 K.)· ἡ ἀπὸ τῶν ἐσχάτων. αἴγειρος γὰρ ἐπάνω ἦν τοῦ θεάτρου, ἀφ’ ἧς οἱ μὴ ἔχοντες τόπον ἐθεώρουν.

alpha

129*

ἅπαν· ὁ λόγος βραχύνειν ἀξιοῖ. τὰ γὰρ παρασχηματιζόμενα τοῖς εἰς ας οὐδέτερα βραχύνονται, οἷον μέλαν, τάλαν, ἅπαν.

alpha

130*

ἀπεγλαψάμην· ἀπεπνευσάμην, ἐκενωσάμην. ἔστι δὲ γλάψαι καὶ τὸ κοιλᾶναι καὶ βαθῦναι, ἀπογλάψασθαι 〈δὲ〉 καὶ τὸ 〈τὰ〉 λίαν καὶ διὰ βάρους 〈ταῖς ψυχαῖς ἐγγεγραμμένα ἀπαλεῖψαι. **〉 (FCG. IV 628 M. = fr. ad. 574 K.)·
‘τὸν ἄνδρ’ ἀπεωσάμην τε κἀπεγλαψάμην‘,
5ἀπέξεσα καὶ ἀπήλειψα ὡς ἀπὸ βιβλίου.

alpha

131

ἀπεσίμωσε· ὕψωσε καὶ πρὸς τὸ λαμπρότατον ἤγαγε.

alpha

132

ἀπεσκοτωμένα· ἐσκιαγραφημένα, κεχρωσμένα. τὰς γὰρ χρίσεις σκότη καλοῦσιν οἱ ζωγράφοι. οὕτως Ἀριστοφάνης (II 1205 M. = fr. 712 K.).

alpha

133

ἀπηδέσθη· ἀπεβρώθη. Πλάτων Σοφισταῖς (II 662 M. = fr. 138 K.)·
‘ἐν τρισίν πληγαῖς ἀπηδέσθη τὸ ῥάμφοσ‘.

alpha

134

ἀπομαγδαλιά· σταῖς, ὃ ἔφερον ἐπὶ τὸ δεῖπνον. εἰς τοῦτο τὰς χεῖρας ἀπο‐ ματτόμενοι εἶτα τοῖς κυσὶν ἔβαλλον. διὸ κυνά〈δα〉 αὐτὴν Διοσκουρίδης προσαγορεύει (deest FHG II 192ss.).

alpha

135

ἀπομάγματα καὶ ἀπόμακτρα· τὰ ἀποκαθάρματα, καὶ ἀπομάκται· 〈οἱ περὶ〉 τὰ αὐτὰ ταῦτα.

alpha

136

ἀποξιφίσαι· ἐξορχήσασθαι. ὁ γὰρ ξιφισμὸς εἶδος ὀρχήσεως.

alpha

137

ἀποτυχίσαι· ἀποπελεκῆσαι λίθον, καὶ ἀποτυχισθείς· ἀποτιλθείς, ἀπὸ τύχου· ἔστι δὲ λιθοξοϊκὸν σιδήριον.

alpha

138

ἀποφοιτᾶν· τὸ παύσασθαι φοιτῶντα, ὅ ἐστι μανθάνοντα. οὕτω Λυσίας (fr. 309 Th.).

alpha

139

ἀπόψυξις· ἡ ἀποπνευμάτωσις.

alpha

140

ἀπυνδάκωτος· ἀπύθμενος. Σοφοκλῆς (fr. 554 N2 = 611 P.)· ‘ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ‘.
καὶ τὴν λαβὴν τοῦ ξίφους πύνδακα εἴρηκεν (fr. 290 N2 = 311 P.).163

alpha

141

Ἀράβιος αὐλητής· τίθεται ἐπὶ τῶν ἀπαυστὶ διαλεγομένων. τὸ παλαιὸν γάρ φασι τοὺς ἐλευθέρους μὴ μανθάνειν αὐλεῖν διὰ τὸ βάναυσον. τῶν δὲ ἀνδραπόδων τὰ πολλὰ εἶναι βάρβαρα καὶ Ἀράβια, ἐφ’ ὧν ἐλέχθη παροιμία (df. Zen. II 58; G. Cypr. I 32)·
‘δραχμῆς μὲν ηὔλει, τεττάρων δ’ ἐπαύετο‘.
5καὶ Κάνδαρος Μηδείᾳ (II 835 M. = fr. 1 K.)·
‘κιθαρῳδὸν ἐξηγείρατ’ Ἀράβιον χορόν‘. καὶ πάλιν Μένανδρος ἐν Ἀνατιθεμένῃ ἢ Μεσσηνίᾳ (fr. 30 Kö.)·
‘Ἀράβιον ἆρ’ ἐγὼ κεκίνηκ’ ἄγγελον;‘

alpha

142

Ἀργεία φορά (com. fr. ad. 849 K. cf. Ar. II 965 M. = fr. 57 K.)· ἐσκώπτοντο γὰρ οἱ Ἀργεῖοι ὡς φιλόδικοι καὶ συκοφάνται.

alpha

143

ἀργεϊφόντης· ὁ ὀφιοκτόνος. ἀργῆν γὰρ ἔνιοι τὸν ὄφιν καλοῦσιν.

alpha

144*

ἄρδαλον· ῥύπον ἢ μολυσμόν, καὶ γὰρ τὸ μολῦναι ἢ ῥυπᾶναι ἀρδαλῶσαι λέγεται, καὶ ἄρδαλος ἄνθρωπος ὁ μὴ καθαρῶς ζῶν. καὶ ἄρδα 〈ῥύπος τις καὶ ἀκαθαρσία〉. Φερεκράτης ἐν Θαλάττῃ (II 276 M. = fr. 53 K.)·
‘τὸν ἱδρῶτα καὶ τὴν ἄρδαν ἀπ’ ἐμοῦ σπόγγισον‘.
5καὶ Φιλήμων ἐν Πανηγύρει (IV 18 M. = fr. 59 K.)·
‘Αἰγύπτιος θοἰμάτιον ἠρδάλωσέ μου‘.

alpha

145*

ἀρδάνια· κεραμίων γάστραι, ὅθεν τὰ βοσκήματα ἐπότιζον, ἀπὸ τοῦ ἄρδειν. Δωρι‐ εῖς δὲ κύμβαλα ἐκάλουν. ἐτίθετο δὲ καὶ πρὸ τῆς θύρας ὕδατος πλήρη, ὁπότε τις τελευτήσειεν, ἵνα οἱ ἐξιόντες πρὸς ἀφαγνισμὸν περιρραίνωνται. ἐχρῶντο δὲ καὶ αἱ γυναῖκες τῷ ἀρδανίῳ αἱ τὴν κρίκην τρίβουσαι ἐπὶ τοῦ ἐπινήτρου.

alpha

146

ἀρειθύσανοι· Ἄρεος θύσανοι οἱονεὶ ἀποσχίσματα παρ’ Αἰσχύλῳ ἐν Προμηθεῖ Λυομένῳ (fr. 203 N2).

alpha

147

Ἄρειος πάγος· δικαστήριον Ἀθήνησιν ἐν ἀκροπόλει. ἦσαν οὖν Ἀθήνησι βουλαὶ δύο, ἡ μὲν τῶν πεντακοσίων καθ’ ἕκαστον ἐνιαυτὸν κληρουμένη βουλεύειν, ἡ δὲ εἰς βίον 〈ἡ〉 τῶν Ἀρεοπαγιτῶν. ἐδίκαζε δὲ τὰ φονικὰ καὶ τὰ ἄλλα πολιτικὰ διῴκει σεμνῶς. ἐκλήθη δὲ Ἄρειος πάγος ἤτοι ὅτι ἐν πάγῳ ἦν καὶ ἐν ὕψει τὸ δικαστήριον, Ἄρειος δὲ ἐπεὶ τὰ φονικὰ ἐδίκαζε, ὁ δ’ Ἄρης
5τούτων ἔφορος 〈ἦν〉, ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ὁ Ἄρης ἐν τῇ πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου δίκῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην τὴν αὐτοῦ καὶ Ἀγραύλου τῆς Κέκροπος θυ‐ γατρός, ὥς φησιν Ἑλλάνικος ἐν αʹ (FG Hist 4, 38).164

alpha

148

ἀρηνοβοσκός· ὁ προβατοβοσκός. (Soph. fr. 594 N2 = 655 P. cf. lex. an. fr. 1).

alpha

149

ἄριστα χωλὸς οἰφεῖ (com. fr. ad. 36 K.)· ἐπὶ τῶν οἰκεῖα κακὰ μᾶλλον αἱρου‐ μένων ἢ τὰ ἀλλότρια ἀγαθά. τῶν γὰρ Σκυθῶν ποτε ταῖς Ἀμαζόσι πολεμούντων καὶ ἀνοχῆς γενο‐ μένης, τά τε ἄλλα φιλοφρονουμένων καὶ φασκόντων αὐταῖς, ὅτι εἰ τούτοις πεισθεῖεν, ἀπηρώτοις συνέσονται ἀνδράσιν, ἀλλ’ οὐχὶ λελωβημένοις καὶ χωλοῖς καὶ ἀχρείοις ὡς οἱ παρ’ αὐταῖς, Ἀντι‐
5άνειρα ἡ τούτων ἡγουμένη, θρασεῖα ἅμα καὶ ἀκόλαστος οὖσα, εἶπε πρὸς αὐτούς· ‘ἄριστα χωλὸς οἰφεῖ‘ ἀντὶ τοῦ συνουσιάζει. αἱ γὰρ Ἀμαζόνες τῶν τικτομένων παρ’ αὐταῖς ἀρρένων ἐπήρουν τὰ σκέλη ἢ τὰς δεξιὰς χεῖρας. [δῆλον οὖν ὅτι χωλοῖς ἀνδράσιν ἐχρῶντο].

alpha

150

ἀριστερεών· φυτὸν ἐπιτήδειον εἰς καθαρμόν.

alpha

151

Ἀρκάδας μιμούμενοι· ἐπὶ τῶν ἄλλοις ταλαιπωρούντων· μαχιμώτατοι γὰρ ὄντες αὐτοὶ μὲν οὐδέποτε 〈ἰδίαν νίκην〉 ἐνίκησαν, ἄλλοις δὲ αἴτιοι νίκης πολλοῖς ἐγένοντο. ταύτῃ δὲ τῇ παροιμίᾳ κέχρηται Πλάτων ἐν Πεισάνδρῳ (II 651 M. = fr. 99 K.). διὰ γὰρ τὸ τὰς κωμῳ‐ δίας αὐτὸς ποιῶν ἄλλοις παρέχειν διὰ πενίαν Ἀρκάδας μιμεῖσθαι ἔφη.

alpha

152

Ἀρκὰς κυνῆ· Ἀρκαδικὸς πῖλος. (Soph. fr. 250 N2 = 272 P.).

alpha

153

Ἀρκὰς φελλός· φελλὸς παρὰ Ἀρκάσι μέσον τι πρίνου καὶ δρυός, ὃ ἔνιοι θηλύ‐ πρινον καλοῦσιν. οὕτως Ἐρατοσθένης (fr. 16 Streck.).

alpha

154

ἅρκυες· λίνα περιτιθέμενα θηρίοις, ἀπὸ τῶν ἑρκῶν. Ἀττικοὶ δασέως, 〈ὡσ〉 ἁρ‐ κυωρὸς ὁ τῶν ἁρκύων φύλαξ, ἀφ’ οὗ ἁρκυωρεῖν, ὅ ἐστι φυλάσσειν. Εὔπολις (II 555 M. = fr. 313 K.)·
‘σὺ δὲ τὰ καλώδια ταῦθ’ ἁρκυώρει‘.

alpha

155

Ἅρμα· τόπος τῆς Ἀττικῆς. καὶ παροιμία· ‘ὁ〈πό〉ταν δι’ Ἅρματος ἀστράψῃ‘ ἐπὶ τῶν χρονίως γινομένων.

alpha

156

ἀρράβακα· ὀρχηστὴν ἢ βλάσφημον. ἀπὸ τοῦ ἀρραβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι.

alpha

157*

ἀρρενωπάδες· ἀνδρόγυνοι.

alpha

158

ἄρριχος· κόφινος ἐπιτήδειος εἰς συγκομιδὴν σταφυλῶν. τὸ δὲ πλέγμα ἀπὸ οἰσύας.

alpha

159

ἀρχὴ Σκυρία· παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων, παρόσον πετρώδης καὶ λυπρὰ καὶ διὰ τοῦτο πενιχρὰ ἡ Σκῦρος, οὐδὲν φέρουσα λόγου ἄξιον. οἱ δὲ ἀπὸ Θη‐
σέως, ἐπειδὴ ἐπιθέμενος τῇ Λυκομήδους ἀρχῇ καὶ πειρῶν τὴν γυναῖκα αὐτοῦ ἐκεῖ κατακρημνισ‐ θείη. ὀστρακισθῆναι δὲ πρῶτον Ἀθήνησι Θησέα ἱστορεῖ Θεόφραστος ἐν Τοῖς πρώτοις καιροῖς165
5(fr. 131 Wi.).

alpha

160

ἄρχοντες· Ἀθήνησιν ἐννέα· ἄρχων, βασιλεύς, πολέμαρχος, οἱ ἓξ θεσμοθέται.

alpha

161

Ἀσκώλια· ἑορτὴ Ἀθήνησιν, ᾗ〉 τιμῶντες τὴν εὕρεσιν τοῦ οἴνου ᾄδειν ἐφεῦρον καὶ τοὺς ἑαυτῶν κωμήτας κακολογεῖν, ὅτε καὶ τὴν λυμαινομένην ταῖς ἀμπέλοις αἶγα ἆθλον τῆς ᾠδῆς προε〈τί〉θεντο καὶ οἱ νικήσαντες ἐνήλλοντο τῷ ἀσκῷ. καὶ ἦν τοῦτο ἀσκωλιάζειν. τοὺς δὲ ὑστέρους κριθέντας ἑτέραν ἔδει αἶγα ἐπὶ τὴν εἰρημένην χρείαν ἐκδεῖραι καὶ τὸν χορηγὸν
5αὖθις μισθοῦσθαι 〈αὐ〉τοὺς ἐναλ[λ]ο〈υ〉μένους τῷ ἀσκῷ· τοὺς δὲ νικῶντας μηκέτι τοῦτο πράττειν, ἀλλὰ ἡσυχάζειν.

alpha

162

ἀσπάθητον χλαῖναν (Soph. fr. 793 N2 = 877 P.)· τὴν δορὰν ἀνύφαντον.

alpha

163

ἀστόξενοι· οἱ γένει προσήκοντες τῇ πόλει τὸ ἀνέκαθεν, οὐκ ὄντες δὲ πολῖται, ὡς ἐν Κορίνθῳ Γλαῦκος ὁ Ἱππολόχου τοῦ Βελλεροφόντου.

alpha

164

ἀστράγαλος· κυρίως τὸ συνήθως λεγόμενον καὶ ὁ σφόνδυλος τοῦ τραχήλου καὶ ὁ πεττικός· καὶ βοτάνη δὲ οὕτω καλεῖται.

alpha

165*

ἀσφόδελος· σκιλλῶδες φυτὸν φύλλα ἔχον μακρὰ καὶ ἀνθέρικον ἐσθιόμενον. καὶ τὸ σπέρμα δὲ αὐτοῦ φρυγόμενον καὶ ἡ ῥίζα κοπτομένη μετὰ σύκων πλείστην ὄνησιν ἔχει. Περσεφό‐ νης καὶ χθονίων ἱερόν. καὶ Ῥόδιοι τὴν Κόρην καὶ τὴν Ἄρτεμιν ἀσφοδέλῳ στέφουσιν.

alpha

166

ἀτελῆ· ἀδάπανα, ὡς καὶ πολυτελῆ τὰ πολυδάπανα.

alpha

167

αὐλός· τὸ στάδιον, καὶ ἐν συνθέσει δίαυλος.

alpha

168

αὐλών· ἔστι μὲν τόπος ἐπιμήκης καὶ στενὸς ἀγκάλαις οἷον περιεχόμενος. λέγεται δὲ ἰδίως καὶ τόπος τῆς Ἀττικῆς καὶ αὐτὸς ἐπιμήκης ὢν καὶ στενός. Αἰσχύλος δέ φησι (fr. 419 N.2) καὶ τὴν τάφρον αὐλῶνα.

alpha

169

αὐλωτοὶ φιμοί· οἱ κημοί. διὰ τὸ κώδωνας προσῆφθαι αὐτοῖς, οἷς ἐμφυσῶντες οἱ ἵπποι φωνὴν σάλπιγγος προίεντο. ** οὕτως (Aesch. fr. 326 N2
‘ὃς εἶχε πώλους τέτταρας ζυγηφόρους
φιμοῖσιν αὐλωτοῖσιν ἐστομωμένασ‘.

alpha

170

αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν (Ar. Thesm. 928)· ἀντὶ τοῦ αὕτη ἡ μηχανὴ οὐδὲν ἤνυσεν. ἐπὶ τῶν ἐπιχειρούντων τι ποιεῖν καὶ ἀποτυγχανόντων.

alpha

171

αὐτόχθων ἑστία· ἡ τοῦ Χείρωνος.

alpha

172

αὐτοχόωνος· 〈αὐτοχώνευτοσ〉. ὁ ἐξ αὐτῆς τῆς χωνείας 〈τὸ τέλειον ἔχων〉,
ἄλλην μηδεμίαν προσειληφὼς ἐπισκευήν.166

alpha

173

ἀφάδιον· τὸ ἐχθρὸν καὶ ἀπαρέσκον.

alpha

174

ἀφέλεια· ἁπλότης ἢ μεγαλεῖόν τι καὶ ἐνδοξότης.

alpha

175

ἀφ’ ἑστίας ἀρχόμενος· ἐκ τῶν κρειττόνων ἢ καὶ ἐκ τῶν οἰκείων. ἑστία γὰρ ἡ οἰκία. μετενήνεκται δὲ ἀπὸ τῶν περὶ τὰ ἱερὰ δρωμένων. ἔθος γὰρ ἦν, τῇ Ἑστίᾳ τὰς ἀπαρχὰς ποιεῖσθαι (cf. Paus. ε 76).

alpha

176

ἀφ’ ἱερᾶς· παροιμία· ‘κινήσω τὸν ἀφ’ ἱερᾶσ‘. λέγεται δέ τις παρὰ τοῖς πεσσεύου‐ σιν ἱερὰ γραμμή. οὕτως Ἐπίχαρμος (fr. 225 Kaib.).

alpha

177

ἄφλαστον· τὸ ἀκροστόλιον, Ἀπολλόδωρος (FG Hist 244, 240). ὁ δὲ Δίδυ‐ μος (p. 79, fr. 48 Schm.) τὸ ἐπὶ τῆς πρύμνης εἰς ὕψος ἀνατεταμένον ἐκ κανονίων πλατέων ἐπι‐ κεκαμμένων.

alpha

178

ἀφύα ἐς πῦρ· ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει.

alpha

179

ἀχάνη· μέτρον Βοιώτιον πολλῶν τινων μεδίμνων. οὕτως Ἀριστοτέλης (fr. 566 R.).

alpha

180

ἀχέτας (Ar. av. 1095; pax 1195)· ὁ τέλειος τέττιξ.

alpha

181

Ἀχιλλεία· ἡ μᾶζα. Ἀχίλλεια δὲ τὰ ἐν αὐτῇ ἄλφιτα. Ἀριστοφάνης Ἱππεῦσιν (819).

alpha

182

ἁψίς· ξύλινος κύκλος τροχοῦ. τὸ δ’ ἐπ’ αὐτοῦ σιδηροῦν ἐπίσωτρον. Ὅμηρος δὲ τὸν μὲν τροχὸν ὅλον κύκλον ὀνομάζει, τὴν δὲ ἁψῖδα ἴτυν (cf. e. g. Ψ 340; Δ 486).

beta

1

βάλλ’ ἐς Μακαρίαν· οἷον εἰς Ἅιδου. Μακαρία γὰρ ἡ Ἡρακλέους, ὁπηνίκα ἐπεστράτευσεν ὁ Εὐρυσθεὺς ταῖς Ἀθήναις, ἑαυτὴν ἐπέδωκε σφάγιον ὑπὲρ τῆς τῶν λοιπῶν σωτη‐ ρίας. τὸ δ’ αὐτὸ τοῦτο καὶ οὕτω λέγουσιν· ‘ἐς Μακαρίαν‘ καὶ ‘εἰς Μακαρίαν‘.

beta

2

βαμβαίνων· βῆμα[τα] 〈πρὸ βήματοσ〉 βαίνων, κατὰ βῆμα πορευόμενος καὶ
παπταίνων. βαμβαλύζων δὲ (cf. Hipp. fr. 24b D2) ῥιγῶν, ἀπολλύμενος.167

beta

3

βασανίζειν· οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ χωρὶς πληγῶν ἀνακρίνειν καὶ δοκιμάζειν καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων. βάσανος γάρ ἐστι λίθος ἡ Λυδία λεγομένη ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα.

beta

4

βατήρ· τὸ ἄκρον τοῦ τῶν πεντάθλων σκάμματος, ὅθεν καὶ παροιμία (cf. Diog. pers. III 38) ‘αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου‘, οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον.

beta

5

Βάττου σίλφιον· ἐπὶ τῶν σπανίους τιμὰς λαμβανόντων. οἱ γὰρ Κυρηναῖοι ἑνὶ τῶν Βάττων ἐξαίρετον ἔδοσαν τὸ σίλφιον, καὶ τοῦ νομίσματος ἐπὶ μὲν θατέρου Ἄμμωνα, ἐπὶ δὲ θατέρου σίλφιον ἐτύπωσαν. οἱ δὲ ἐπὶ Λιβύης Ἀμπελιῶται εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλφίου.

beta

6*

βέβληται βαλών· παροιμία 〈ἐπὶ **〉· Ἡρακλῆς γὰρ ἐν Ὀλυμπίᾳ ἀνδριάντα ἰδὼν καὶ νομίσας λῃστρικόν τινα εἶναι ἄνδρα ἐπαφῆκε λίθον, ὃς ἀναστραφεὶς βέβληκε τὸν Ἡρακλῆν.

beta

7*

Βέλλερος· **

beta

8

Βελλεροφόντης καθ’ ἑαυτοῦ γράμματα (cf. Ζ 155ss.)· ἐπὶ τῶν τοιαῦτά που ἀγγελλόντων, ἐξ ὧν βλάπτονται.

beta

9

βίος ἀκανθώδης· ὁ τραχὺς καὶ σκληρός, ὁ παλαιός. καὶ βίος ἀληλεσμένος· ὁ εὐχερὴς καὶ ἡδύς.

beta

10

βλακικά· εὐήθη, μωρά, ἀνόητα. εἴρηται δὲ ἀπὸ ἰχθύος καλουμένου βλακός, ὁμοίου σιλούρῳ, ἀχρήστου τοσοῦτον ὡς μηδὲ κυνὶ βρώσιμον εἶναι. Πολιτείας τετάρτῃ (Plat. rep. 432d)· ‘βλακικόν τε ἡμῶν τὸ πάθοσ‘, ὡς εἰ λέγοι τις πνευμονίαν, ἀπὸ τοῦ θαλαττίου ζῴου ὄντος ἀναισθήτου. οἱ δὲ ἀπὸ τοῦ ἐν Κύμῃ χωρίου τῆς Βλακείας, οὗ μνημονεύει καὶ Ἀριστοτέλης (fr.
5525 R.). καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τι βλακεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι διὰ τὸ τοὺς μω‐ ροὺς εἰσιέναι πρὸς αὐτούς.

beta

11

βλεπεδαίμων· ὁ διεστραμμένος τὰς ὄψεις καὶ οἷον ὑπὸ δαίμονος πεπληγώς. ** δὲ (FCG. IV 625 M. = fr. ad. 85 K.) καὶ τοὺς Σωκρατικοὺς οὕτως ἔλεγεν.

beta

12

βλωμός· ἁδρότερος τῶν ψωθίων καὶ ἀτταράγων.

beta

13

βοΐδης· πρᾷος, εὐήθης. Μένανδρος (fr. 833 Kö.).

beta

14

βουνός· 〈λόφοσ〉. Φιλήμων ἐν Νόθῳ (IV 46 M. = fr. 142 K.) 〈ἄλλοτε μὲν〉 ὡς σύνηθες τίθησι, ἄλλοτε δὲ ὡς ξενικὸν ἐπισκώπτει. εἰπόντος γάρ τινος·
‘βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω τινά—‘ ὁ προσδιαλεγόμενος οὐ συνεὶς τὸ ξένον τοῦ ὀνόματός φησι·
168
5‘τίς ἐσθ’ ὁ βουνός; ἵνα σαφῶς σου μανθάνω.‘

beta

15*

βουπλήξ· βούκεντρον.

beta

16

βούπρῳρος· θυσία τις ἐξ ἑκατὸν προβάτων καὶ βοὸς ἑνὸς προηγουμένου οἷα νηὸς πρῴρας.

beta

17

βοῦς ἕβδομος· πέμματα κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφαοῦς σελήνης. ἐκάλουν δὲ αὐτὸ βοῦν προστιθέντες καὶ τὸ ἕβδομον, ὅτι ἐπὶ ἓξ ταῖς σελήναις ἐπεθύετο οὗτος ἕβδο‐ μος, ὡς Εὐθυκλῆς ἐν Ἀταλάντῃ (II 890 M. = fr. 2 K.). ὁμοίως δὲ καὶ αἱ σελῆναι πέμματα πλα‐ τέα κυκλοτερῆ, ἃ καὶ οὕτως ἐκάλουν. ἔστι δὲ παρὰ Εὐριπίδῃ ἐν Ἐρεχθεῖ (fr. 350 N.2) καὶ παρ’
5Ἀχαιῷ ἐν Ἴριδι (fr. 23 N.2). τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἄγαν ἀναισθήτων.

beta

18*

βοῦς ἐν αὐλίῳ κάθηται (Crat. II 35 M. = fr. 32 K.)· παροιμία ἐπὶ τῶν ἀχρήστων.

beta

19*

βοῦς ἐπὶ γλώττης· παροιμία ἐπὶ τῶν μὴ δυναμένων παρρησιάζεσθαι ἢ διὰ τὴν ἰσχὺν τοῦ ζῴου ἢ διὰ τὸ τῶν Ἀθηναίων νόμισμα ἔχειν βοῦν ἐγκεχαραγμένον, ὅπερ ἐκτίνειν ἔδει τοὺς πέρα τοῦ δέοντος παρρησιαζομένους.

beta

20

βρίκελος· Κρατῖνος Σεριφίοις (II 140 M. = fr. 205 K.)·
‘〈αἶρ’〉 αἶρε δεῦρο τοὺς βρικέλουσ‘. ἔστι δὲ βαρβαρικὸν τὸ ὄνομα, τίθεται δὲ [καὶ] ἐπὶ προσώπων τραγικῶν καὶ εἴρηται οἱονεὶ βροτῷ [ε]ἴκελος ἢ Βριξὶν [ε]ἴκελος. Βρίγες γὰρ ἔθνος βαρβαρικόν.

beta

21

βριμοῦσθαι· τὸ μετά τινος ἀπειλῆς ἐκφοβεῖν.

beta

22

βρόμος· κυρίως 〈ἦχοσ〉 ἐπὶ ἀνέμου καὶ ἐπὶ πυρός· λέγεται δὲ καὶ σπέρμα λεπτῇ κριθῇ ὅμοιον.

beta

23

βρωμᾶσθαι· ὀγκᾶσθαι, τὸ βρώμης, ὅ ἐστι βρώσεως 〈ἢ〉 τροφῆς, δεῖσθαι· τίθε‐ ται ἐπὶ ὄνων πεινώντων.

beta

24*

βύβλος· φυτὸν φυόμενον ἐν τοῖς Αἰγυπτιακοῖς ἕλεσιν, ῥάβδος ψιλή, ἐπ’ ἄκρῳ χάρ‐ την ἔχουσα, φυομένη πολλὴ καὶ ἐν τοῖς κάτω μέρεσι τοῦ Δέλτα **.

beta

25

βυσαύχην· ὁ τὸν αὐχένα συνέλκων καὶ τοὺς ὤμους ἀνέλκων.

beta

26

βωμολόχος· ὁ περὶ τοὺς βωμοὺς λοχῶν ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν θυόντων.
μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτῳ ὠφελείας ἕνεκά τινος κολακεύων. καὶ βωμακεύ‐ ματα καὶ βωμολοχεύματα. Ἀπολλόδωρος δὲ ὁ Κυρηναῖος (quo de v. Ath. 487 b) ὡς εὐτρά‐ πελον καὶ γελωτοποιόν, τινὲς δὲ τὸν μετά τινος εὐτραπελίας κόλακα, καὶ τὸν πανοῦργον καὶ169
5συκοφάντην.

gamma

1

γαῖσον· ἐμβόλειον ἢ δόρυ ὁλοσίδηρον.

gamma

2

γαλερόν· γαληνόν, ἥσυχον, προσηνές.

gamma

3

γεννῆται· οὐχ οἱ ἐκ γένους καὶ ἀφ’ αἵματος προσήκοντες, ἀλλ’ οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φρατρίας. οὗτοι δέ εἰσι καθάπερ οἱ δημόται καὶ φράτορες νόμῳ τινὶ ἔχοντες κοινωνίαν. τὸ δὲ γένος ἔχει ἄνδρας τριάκοντα. αἱ δὲ φρατρίαι ἐκαλοῦντο τριττῦς, ὅτι τεσσά‐ ρων φυλῶν οὐσῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, τὰς μὲν φυλὰς τέσσαρας ποιήσαντες, ἀπομιμησά‐
5μενοι τὰς τοῦ ἐνιαυτοῦ ὥρας, τὰς δὲ φρατρίας καὶ τριττῦς δυοκαίδεκα, καθάπερ οἱ μῆνες, τὰ δὲ γένη τριάκοντα ἐν ἑκάστῃ φρατρίᾳ, καθάπερ αἱ ἡμέραι τριακόσιαι ἑξήκοντα.

gamma

4*

γέρρα· σκηνώματα. Δημοσθένης (XVIII 169)· ‘τὰ γέρρα ἐνεπρίμπρασαν‘. καὶ Περσικὰ ὅπλα καὶ παρὰ Σικελοῖς τὰ ἀνδρεῖα καὶ γυναικεῖα αἰδοῖα, καὶ περιφράγματα. ἐπὶ σταυροῦ δέ φησιν Εὔπολις (II 576 M. = fr. 405 K.).

gamma

5

γέρων· ξύλον στυλίδι παραπλήσιον ἔχον κεφαλὴν γεροντοειδῆ, πλαστήν, γλυπτὴν καὶ χεῖρας ὡς Ἑρμοῦ τετραγώνου, ἐξ ὧν ἐκρέματο τὰ νηθόμενα στυππεῖα.

gamma

6

γιγγρί· ἐπιφώνημά τι ἐπὶ καταμωκήσει λεγόμενον.

gamma

7

Γιγγρών· ἀφροδισιακὸς δαίμων, διακονήσας τῇ Ἄρεως καὶ Ἀφροδίτης μοι‐ χείᾳ.

gamma

8

γλαῦκ’ Ἀθήναζε· ἐπὶ τῶν ἄλλοθεν μάτην τὰ πλεονάζοντα ὡς σπάνιά τινα ἐμ‐ πορευομένων, ὡς τὸ ‘πύξον ἐς Κύτωρον ἤγαγεσ‘ ἢ ‘ἰχθὺν εἰς Ἑλλήσποντον‘.

gamma

9

γλεῦξις· οἶνος πολὺ ἕψημα ἔχων.

gamma

10

γλυκὺς ἀγκών· παροιμία ἀπὸ τοῦ κατὰ τὸν Νεῖλον ἀγκῶνος. ἐκεῖνος δὲ γλυκὺς κατ’ εὐφημισμόν· μακρὸς γάρ ἐστι καὶ ἐργώδης. μέμνηται δὲ αὐτοῦ Πλάτων ἐν Φαίδρῳ (257d),
ὥστε τὸ ‘γλυκὺς ἀγκών‘ [παροιμιωδῶς] μοχθηρίαν τόπου ὑποδηλοῖ.170

gamma

11

γνῶθι σαυτόν· ἀπόφθεγμα Χ〈ε〉ίλωνος. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ ὅ εἰσι κομπαζόντων.

gamma

12

γραῦς (Ar. Plut. 1206)· τὸ ἐπαφρίζον ἐν ταῖς χύτραις, καὶ ἡ ἐπὶ τοῦ ζωμοῦ, ἣ καὶ ἐπίπαγος καλεῖται.

gamma

13

γρόνθων· ἀναφύσησίς τις, ἣν πρώτην μανθάνουσιν οἱ αὐληταί.

gamma

14

γυναῖκες εἰλίποδες· διὰ τὴν εἴλησιν τῶν μηρῶν.

gamma

15

γυρῖνοι· Ἀττικοί, γερῖνοι Ἴωνες. 〈μικροὶ〉 βάτραχοι, γυροὶ τὸ σχῆμα, τοὺς πόδας οὔπω ἔχοντες.

delta

1

Δάειραν Φερεκύδης ἱστορεῖ (FG Hist 3, 45) Στυγὸς ἀδελφήν. καὶ ἔοικε οὕτως ἔχειν, ἐπὶ γὰρ ὑγρᾶς οὐσίας τάττουσιν οἱ παλαιοὶ τὴν Δάειραν. διὸ καὶ πολεμίαν τῇ Δήμητρι νομί‐ ζουσιν· ὅταν γὰρ θύηται αὐτῇ, οὐ πάρεστιν ἡ τῆς Δήμητρος ἱέρεια καὶ οὐδὲ τῶν τεθυμένων γεύεσθαι αὐτὴν ὅσιον. φαύλως οὖν ὁ Φανόδημος (FHG II 369, fr. 21) Ἀφροδίτην νομίζει τὴν Δάει‐
5ραν καὶ τὴν αὐτὴν τῇ Δήμητρι λέγει. ἔτι δὲ φαυλότερον οἱ τὴν Ἥραν Δάειραν 〈ὀνομάζοντες ὡς δάειραν〉 τῆς Δήμητρος ἀποδιδόντες· [δάειρα γάρ φασιν ἡ τοῦ ἀνδρὸς ἀδελφή.] τινὲς δὲ φύλακα Περσεφόνης ὑπὸ Πλούτωνος ἀποδειχθῆναί φασι τὴν Δάειραν.

delta

2

Δαιδάλου ποιήματα· ἐπειδὴ οἱ παλαιοὶ δημιουργοὶ 〈τὰ ζῷα〉 συμμεμυκότας 〈ἔχοντα〉 τοὺς ὀφθαλμοὺς ἐποίουν 〈καὶ οὐ διεστηκότας τοὺς πόδασ〉, ὁ δὲ Δαίδαλος ἀνεπέτασεν τὰ τούτων βλέφαρα καὶ τοὺς πόδας διέστησε.

delta

3*

δαιταλεῖς· δαιτυμόνες καὶ θιασῶται καὶ συμπόται καὶ οἷον συνδαιταλεῖς. οὕτως Ἀριστοφάνης (II 1020ss. M. = p. 438 K.).

delta

4

δανά· εὐκέαστα, ξηρά· παρὰ τὸ δαίεσθαι.

delta

5

δαυλόν· τὸ δασύ. Αἰσχύλος (fr. 27 N.2)· ‘δαυλὸς ὁ’ ὑπήνη καὶ γενειάδος πυθμήν‘.

delta

6

δελφίς· ὄργανον πολεμιστήριον πρὸς ναυμαχίαν, ὅθεν καὶ δελφινοφόρος ναῦς παρὰ Θουκυδίδῃ (VII 41, 2).

delta

7

δενδρυάζειν· κυρίως εἰς τὰς δρῦς καταδύεσθαι, καταχρηστικῶς δὲ καὶ ἐπὶ
τοῦ ἁπλῶς δύνειν καὶ κρύπτεσθαι, ἀπὸ τῶν παλαιῶν ταῖς δρυσὶ σκέπῃ χρωμένων· τοὺς γὰρ παλαι‐ οὺς τῶν ἀνθρώπων πρὸ τῆς τῶν οἴκων εὑρέσεως ἐν τοῖς κοιλώμασι τῶν δρυῶν λέγεται καταδύον‐ τας οἰκεῖν. καὶ τὸ καθ’ ὕδατος δύεσθαι καὶ κρύπτειν ἑαυτόν.171

delta

8*

δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα· Ἀριστοφάνης (Ar. Byz. p. 236 fr. 1 N. cf. FCG. II 1188 M. = fr. 914 K.). ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγμασι κεχρη‐ μένων.

delta

9

δεύτερος πλοῦς· ὅτε ‘ἀποτυχών τις οὐρίου κώπαις πλέει‘ (cf. Men. fr. 205 Kö.).

delta

10

δημιουργοί· οἱ δημοσίᾳ ἐργαζόμενοι ἀρχιτέκτονες καὶ ἅπαξ πάντες οἱ χειρο‐ τέχναι, οἳ γεωργοὺς καὶ τοὺς ἐν τῇ πόλει ὠφέλουν. καὶ αἱ 〈ἐν〉 τοῖς γάμοις τὰ σύμφορα πράττου‐ σαι, αἳ καὶ 〈τὰσ〉 νύμφας ἔλουον καὶ 〈τὰσ〉 ἱερουργίας ἐν γάμοις ἐποίουν καὶ πόπανα παντοδαπὰ καὶ ἄρτους ἔπεττον καὶ τὰς κόμας εὐθέτιζον.

delta

11*

διάλαυρος οἰκία· περιάμφοδος.

delta

12

διαπηνηκίσαι· διακεφαλαιῶσαι καὶ ἀπατῆσαι. Κρατῖνος (II 184 M. = fr. 282 K.)·
‘τοῦτον μὲν καλῶς διεπηνήκισας λόγον‘. πηνήκην γὰρ οἱ ἀρχαῖοι Ἀττικοὶ τὴν ἐκ τῶν τριχῶν περιθετὴν κόμην, χρηστὴν οὐ μόνον γυναιξίν, ἀλλὰ καὶ γυναικιζομένοις ἀνδράσιν, οἳ τριχῶν ἐψίλωνται, ὡς φενάκην, ἣ τοὺς ὁρῶντας ἀπατᾷ.
5καὶ τὸ φενακίσαι τινὲς ἀπὸ τούτου εἰρῆσθαι λέγουσιν.

delta

13

διαρρικνοῦσθαι· τὸ τὴν ὀσφὺν φορτικῶς περιάγειν. Κρατῖνος Τροφωνίῳ (II 142 M. = fr. 219 K.)·
‘ξίφιζε καὶ σπόδιζε καὶ διαρρικνοῦ‘.

delta

14

Διομήδειος ἀνάγκη· παροιμία ἀπὸ τοῦ Τυδέως ἢ ἀπὸ τοῦ Θρᾳκός, ὃς ἠνάγ‐ καζε τοὺς ξένους αἰσχραῖς οὔσαις ταῖς αὑτοῦ θυγατράσι μ〈ε〉ίγνυσθαι, ἃς καὶ ἵππους ὁ λόγος ἀλλη‐ γορεῖ, εἶτα ἀνῄρει. οἱ δὲ ὅτι Διομήδης καὶ Ὀδυσσεὺς τὸ παλλάδιον κλέψαντες νυκτὸς ἐκ Τροίας ἐπανῄεσαν, ἑπόμενος δὲ ὁ Ὀδυσσεὺς τὸν Διομήδην ἐβουλήθη ἀποκτεῖναι. ἐν τῇ σελήνῃ δὲ ἰδὼν
5τὴν σκιὰν τοῦ ξίφους ὁ Διομήδης, ἐπιστραφεὶς καὶ βιασάμενος τὸν Ὀδυσσέα ἔδησε καὶ προάγειν ἐποίησε παίων αὐτοῦ τῷ ξίφει τὸ μετάφρενον. τάττεται δὲ ἐπὶ τῶν κατ’ ἀνάγκην τι πραττόντων.

delta

15*

δίοποι· οἱ βασιλεῖς καὶ οἱ διέποντες.

delta

16

Διὸς ἐγκέφαλος· κάλλιστόν τι βρῶμα.

delta

17

Διὸς Κόρινθος· ἐπὶ τῶν πάλαι μὲν εὐπραγησάντων, ὕστερον δ’ οὐ καλῶς ἀπαλ‐
λαξάντων. ἐρρέθη δὲ δι’ αἰτίαν τοιαύτην· Μεγαρεῖς ὑπακούοντες Κορινθίοις ἐβαροῦντο τοῖς ἐπιτάγμασι καὶ φανεροὶ δυσανασχετοῦντες ἦσαν ἐπὶ τούτῳ. Κορινθίων δὲ πρέσβεις ἦλθον εἰς τὰ Μέγαρα καὶ τοῦ δήμου μὴ προσέχοντος αὐτοῖς ἀγανακτοῦντες ἐβόων· ‘οὐκ ἀνέξεται ταῦτα ὁ172
5Διὸς Κόρινθοσ‘. φασὶν οὖν τοὺς Μεγαρεῖς ἐκβάλλοντας αὐτοὺς παίειν καὶ λέγειν· ‘παῖε τὸν Διὸς Κόρινθον‘.

delta

18

Διὸς κῴδιον· 〈ὅτε〉 θύουσι [τε] τῷ τε Μειλιχίῳ καὶ τῷ Κτησίῳ Διί, τὰ [δὲ] κῴδια τούτων φυλάσσουσι δῖα προσαγορεύοντες. χρῶνται δ’ αὐτοῖς οἵ τε Σκιροφορίων τὴν πομπὴν στέλλοντες καὶ ὁ δᾳδοῦχος ἐν Ἐλευσῖνι, καὶ ἄλλοι τινὲς πρὸς τοὺς καθαρμοὺς ὑποστορνύντες αὐτὰ τοῖς ποσὶ τῶν ἐναγῶν.

delta

19

Διὸς ψῆφος· οὕτω καλεῖται 〈ὁ τόποσ〉, ἐν ᾧ Ἀθηνᾶ καὶ Ποσειδῶν ἐκρίθησαν. Κρατῖνος Ἀρχιλόχοις (II 18 M. = fr. 7 K.)·
‘ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε καλοῦνται‘. [ὁ γὰρ τόπος, ἐν ᾧ ἐκρίθησαν, Διὸς ψῆφος καλεῖται] τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων.

delta

20

δίρκοι· οἱ φθεῖρες.

delta

21

διωχὴς δίφρος· 〈ὁ δύο φέρειν δυνάμενοσ〉, ἀπὸ τοῦ δύο ἔχειν, ὃν καὶ δίεδρον ἐκάλουν.

delta

22

δνοπαλίζειν· κεντεῖν, ταράσσειν, ἐκτινάσσειν, σείειν. ἔστι δὲ ὅτε καὶ κτείνειν καὶ πολεμεῖν.

delta

23

δόρυ καὶ κηρύκειον· ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων. οἱ δεκα‐ τευθέντες γὰρ εἰς Δελφοὺς ὑπ’ Ἀργείων Γεφυραῖοι λαβόντες χρησμὸν ὡς (cf. app. pr. IV 15; Cerc. fr. 5 D2
‘ἀνδρὶ Γεφυραίῳ οἶκος φίλος, οἶκος ἄριστος ..‘,
5εἶτα βουσὶν ἀκολουθοῦντες, ἕως ἂν οὗ ἐκεῖνοι κοπιάσωσιν, ὡς ὁ θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσι, πολεμουμένων Ἀθηναίων ὑπὸ Εὐμόλπου ἐπὶ Τάναγραν ὥδευσαν, δόντες μὲν τῷ προηγουμένῳ κηρύκειον ὡς ἐπὶ πρεσβείᾳ καὶ εἰρήνῃ, καθοπλίσαντες δὲ κατόπιν τοὺς νέους.

delta

24

δορύξενος· ὁ ἐκ τῶν πολεμίων φίλος καὶ ὁ πρεσβεύων περὶ λύτρων, εἰ ζωγρη‐ θεῖέν τινες.

delta

25

Δούλων πόλις· [παροιμία] ἐν Λιβύῃ, Ἔφορος πέμπτῃ (FG Hist 70, 50). καὶ ἑτέρα ἱεροδούλων, ἐν ᾗ εἷς ἐλεύθερός ἐστιν. ἔστι δὲ καὶ ἐν Κρήτῃ Δουλόπολις, ὡς Σωσικράτης ἐν τῇ πρώτῃ τῶν Κρητικῶν (FHG. IV p. 500, fr. 3). ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ἣν Φίλιππόν φασι (i. e. Artemidorus) συνοικίσαι τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγα‐
5γόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηροὺς ὡς δισχιλίους, ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν φησιν (FG Hist 115, 110).

delta

26

δόχμη· τὸ τετραδάκτυλον. Κύπριοι δὲ τὴν παλαιστήν. ἴσως διὰ τὸ πλαγιάζειν
τῇ χειρὶ ἐν τῷ μετρεῖν. δόχμιον γὰρ τὸ πλάγιον.173

delta

27

Δρυαχαρνεῦ (com. fr. ad. 75 K.)· δρύινε Ἀχαρνεῦ, ἀναίσθητε. ἐκωμῳδοῦντο γὰρ οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί, Ποτάμιοι δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράφους, Θυμαιτάδαι καὶ Προσπάλτιοι ὡς δικανικοί.

delta

28

δυσπέμφελος· δυσάρεστος, δυσπειθής, δυσκίνητος, χαλεπός, μεμψίμοιρος, οὕτως Ἡσίοδος (opp. 618; 722).

delta

29

δωδεκίδες· θυσίαι δώδεκα ἱερείων, ὡς τριττὺς ἡ ἐκ τριῶν. λέγεται δὲ καὶ δωδε‐ καῒς καὶ διὰ τοῦ η δωδεκηΐς.

delta

30

Δωδωνεῖον χαλκεῖον· ἐπὶ τῶν μακρολογούντων. Δήμων γάρ φησιν (FHG. I 382 fr. 18), ὅτι τὸ τοῦ Διὸς μαντεῖον ἐν Δωδώνῃ λέβησιν ἐν κύκλῳ περιείληπται, τούτους δὲ ψαύειν ἀλλήλους καὶ κρουσθέντος τοῦ ἑνὸς ἠχεῖν ἐκ διαδοχῆς πάντας ὡς διὰ πολλοῦ χρόνου γίνε‐ σθαι τῆς ἠχῆς τὴν περίοδον. Ἀριστείδης δὲ ὡς πλάσμα διελέγχων δύο φησὶ (FHG. IV 326 fr. 30)
5στύλους εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα ἑστάναι, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειομένους ὑπ’ ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ παροιμίᾳ Μένανδρος ἐν Ἀρρηφόρῳ ἢ Αὐλητρίδι (fr. 60, 3 Kö.).

delta

31

δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας (par. ed. Gfd. 34 n. 330)· οἱ μὲν Ἡσιόδειον (fr. 272 Rz.2) οἴονται τὸν στίχον, εἴρηται δὲ καὶ Πλάτωνος ἐν τρίτῃ Πολιτεία〈σ〉 (390e).

delta

32

δωριάζειν· παραγυμνοῦσθαι. Δωρικὸν γάρ ἐστι τὸ παραφαίνειν τὸ σῶμα διὰ τὸ μηδὲ ζώνας ἔχειν 〈αὐτούσ〉, τὸ πολὺ δὲ χιτῶνας φορεῖν, ἐν δὲ Σπάρτῃ καὶ τὰς κόρας γυμνὰς φαίνεσθαι.

epsilon

1

ἔα καὶ ἐν συναιρέσει ἦ· Ἴωνες δὲ ἐπεκτείνοντες ‘ἦα‘ φασίν.

epsilon

2

ἑανός· γυναικεία ἐσθὴς ποδήρης.

epsilon

3

ἐγγύη· γάμου ἀπογραφή.

epsilon

4

ἔγκαφος· ὁ ψωμὸς ἀπὸ τοῦ ἐγκάψαι. τὸ ἐλάχιστον ὡς Εὔπολις (II 565 M. = fr. 330 K.)· ‘οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδ’ ἔγκαφοσ‘.

epsilon

5

ἐγκεντρίδας (Pher. II 272 M. = fr. 48 K.) τοῖς ποσὶ κατὰ τὰς πτέρνας οἱ ἱππεύ‐
οντες περιεδοῦντο, οἷς ἐλαύνονται οἱ ἵπποι.174

epsilon

6

ἐγ κοτύλῃ· παιδιά τις, ἐν ᾗ διαπλέξας τις ὀπίσω τοὺς δακτύλους τῶν χειρῶν ἐπενωτίζετο τὸν ἀναιρούμενον· ὁ δ’ ἐνθεὶς τὸ γόνυ ταῖς χερσὶ καὶ περιλαβὼν τοῦ αἴροντος τὴν κεφαλὴν ἢ τὸν τράχηλον ἐβαστάζετο. ἐκλήθη δὲ ἐγ κοτύλῃ, ἐπεὶ τὸ κοῖλον τῆς χειρὸς κοτύλη λέγε‐ ται, εἰς ὃ [κοῖλον] ἐνετίθει τὸ γόνυ ὁ βασταζόμενος.

epsilon

7

ἔγκυκλον· περιπόρφυρον ἱμάτιον καὶ χιτὼν γυναικεῖος, ὃν ἔνδοθεν ἐνδύονται γυ‐ ναῖκες, εἶτα τὸ ἔνδυμα. λέγεται δὲ ὑπ’ ἐνίων ἐπιγονατίς, διότι μέχρι γονάτων διήκει.

epsilon

8

ἐγχυτρίστριαι· αἱ τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπιφέρουσαι· 〈Πλάτων〉 Μίνωι ἢ Περὶ νόμου (315c). ἔλεγον δὲ καὶ τὸ βλάψαι καταχυτρίσαι, ὡς Ἀριστοφάνης (II 1212 M. = fr. 793 K.). λέγονται δὲ καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν αἷμα ἐπιχέουσαι τοῦ ἱερείου, ἔτι δὲ καὶ αἱ θρηνήτριαι καὶ δὴ καὶ αἱ μαῖαι αἱ ἐκτιθεῖσαι ἐν χύτραις τὰ βρέφη.

epsilon

9

ἐδέατρος· ὁ ἐπὶ τῶν ἐδωδίμων καὶ τῆς τοιαύτης παρασκευῆς.

epsilon

10

ἕδος· τὸ ἄγαλμα καὶ ὁ τόπος, ἐν ᾧ ἵδρυται.

epsilon

11*

ἐθνῖται· οἱ ἐκ τοῦ αὐτοῦ ἔθνους.

epsilon

12

εἰδύοι· μάρτυρες.

epsilon

13

εἰθύφαλλος· αἰδοῖον καὶ ὁ πρόχειρος εἰς συνουσίαν καὶ ᾠδὴ ὑπόκενος.

epsilon

14*

Εἰλείθυιαι· αἱ ἐπὶ τῶν τικτουσῶν θεαί, ὧν τὸ ἱερὸν Εἰλείθυιον.

epsilon

15

εἴλλειν· στρεβλοῦν, πιέζειν, μάλιστα δὲ ἐπὶ ὑγρῶν οἰκεία ἡ λέξις, οἷον σταφυ‐ λῶν ἢ ἐλαιῶν· καὶ εἰλεῖν τὸ συνάγειν εἰς ταὐτὸ σταφυλάς.

epsilon

16*

Εἵλωτες· παρὰ Λακεδαιμονίοις οἱ νόθοι καὶ οἱ ἐξ αἰχμαλώτων δοῦλοι γενόμενοι ἀπὸ τοῦ Ἕλους, ἐπειδὴ ἡττήθησαν πρῶτον ἐν τῷ Ἕλει καὶ ἐδουλώθησαν. Ἕλος δὲ πόλις ἐν Πελοποννήσῳ. καὶ εἱλωτεία ἡ δουλεία. 〈τὸ δὲ〉 θηλυκὸν Εἱλωτίδες.

epsilon

17

εἰρεσιώνη· θαλλὸς ἐλαίας ἐστεμμένος ἐρίοις, προσκρεμαμένους ἔχων παντο‐ δαποὺς τῶν ἐκ γῆς καρπῶν. τοῦτον δὲ ἐκφέρει παῖς ἀμφιθαλὴς καὶ τίθησι πρὸ 〈τῶν〉 θυρῶν τοῦ Ἀπόλλωνος ἱεροῦ τοῖς Πυανεψίοις. λέγεται γὰρ Θησέα, καθ’ ὃν καιρὸν εἰς Κρήτην ἔπλει, προσ‐ σχόντα Δήλῳ διὰ χειμῶνα εὔξασθαι τῷ Ἀπόλλωνι, καταστέψεσθαι κλάδοις ἐλαίας, ὅταν σωθῇ
5τὸν Μινώταυρον ἀποκτείνας, καὶ θυσιάσειν. καὶ τὴν ἱκετηρίαν ταύτην καταστέψας ἑψῆσαι λέγεται
χύτρας ἀθάρης καὶ ἔτνους καὶ βωμὸν ἱδρύσασθαι. διὸ καὶ Πυανέψια δοκεῖ λέγεσθαι οἷον Κυαμέ‐ ψια· τὸ γὰρ πρότερον τοὺς κυάμους πυάνους ἐκάλουν. ἦγον δὲ ἔσθ’ ὅτε ταῦτα καὶ ἐπὶ ἀποτροπῇ λιμοῦ. ᾖδον δὲ παῖδες οὕτως (carm. pop. 2 D2 = Wil., vit. Hom. et Hes. 56 s.)·
‘Εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους
175
10
καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι,
καὶ κύλικ’ εὐζώροιο, ὅπως μεθύουσα καθεύδῃ‘. μετὰ δὲ τὴν ἑορτὴν ἔξω †αγρων† τιθέασι παρ’ αὐτὰς τὰς θύρας. Κράτης δὲ ὁ Ἀθηναῖος ἐν τῷ Περὶ τῶν Ἀθήνησι θυσιῶν 〈λέγει〉 (FHG IV 369 fr. 1) ἀφορίας ποτὲ κατασχούσης τὴν πόλιν θαλλὸν καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι Ἀπόλλωνι.

epsilon

18

εἰς Κυνόσαργες· εἴρηται ἐπὶ ὕβρει καὶ ἀρᾷ. ἔστι δὲ τόπος ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς νόθους τῶν παίδων ἔταττον. ὠνόμασται δὲ οὕτως ἀπὸ κυνὸς ἀργοῦ, τουτέστι λευκοῦ ἢ ταχέος. †καὶ† γὰρ Ἡρακλεῖ θύοντος κύνα λευκὸν ἢ ταχὺν ἁρπάσαντα τοῦ θυομένου τὰ μηρία αὐτοῦ καταθεῖναι. καὶ ἐπερωτήσαντας τοὺς θεοὺς λαβεῖν χρησμόν, ἱερὸν Ἡρακλέους ἱδρῦσαι 〈ἐν
5ἐκείνῳ〉 τῷ τόπῳ. ἐξ οὗ καὶ τοὺς νόθους ἐκεῖ συντελεῖν, ὅτι καὶ Ἡρακλῆς νόθος ὢν ἴσα θεοῖς ἐτιμᾶτο.

epsilon

19

εἰς λατομίας· Φιλόξενος ὁ διθυραμβοποιὸς οὐκ ἀνεχόμενος τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων ὡς φαύλων, ποτὲ πέμψαντος αὐτὸν εἰς λατομίας τοῦ Διονυσίου, τὸ [δὲ] ὕστε‐ ρον αὐτὸς ἑκὼν ἐξανέστη. τοῦ δὲ ἐπερωτωμένου τὴν αἰτίαν τοῦτο εἰπεῖν, ὡς κρεῖττον εἶναι ἐκεῖ διατρίβειν ἢ τῶν ἐκείνου ποιημάτων ἀνέχεσθαι, τοῦτο ἐπειπόντα (cf. app. pr. IV 15; Paus. d 23
5c. test.)· ‘ἦ οἶκος φίλος οἶκος ἄριστοσ‘, ἅπερ ἐστὶ τῆς χελώνης.

epsilon

20

εἰς μελίττας ἐκώμασας· παροιμία ἐπὶ τῶν παρὰ δόξ〈αν ἀθρό〉ως κακουμένων.

epsilon

21*

εἰς ὄνου πόκους· ἐπὶ τῶν ἀκερδῶν καὶ ἀλυσιτελῶν. Ἀριστοφάνης 〈δὲ〉 (ran. 186) χωρίον ἐν Ἅιδου διατετύπωκεν ‘Ὄνου πόκασ‘. λέγεται δὲ ἐπὶ τῶν ἀνηνύτων καὶ ἀτελῶν, ὅτι καὶ ὄνος οὔτε κείρεται οὔτε ἐξ αὐτοῦ πόκος γίνεται, ὥσπερ αἱ τοιαῦται (cf. com. fr. ad. 853 K.)· πλίνθον πλύνειν, ἀσκὸν 〈δέρειν, ὠὸν〉 τίλλειν, χύτραν ποικίλλειν, [εἰς] κόπρον ἀναθυμιᾶν.

epsilon

22

εἰς τὸ δέον καὶ ἐς τὸ δέον· Περικλῆς δῶρα δοὺς τοῖς πολεμίοις τοῖς περὶ Κλεανδρίδαν, ἵνα μὴ δῃώσωσιν τὴν χώραν, δεκαπέντε τάλαντα ἀνήνεγκε τὸ ἀνάλωμα τοῖς Ἀθη‐ ναίοις οὕτω πως ἀπογράψας· ‘εἰς τὸ δέον‘. Ἀριστοφάνης Νεφέλαις (859)·
‘ὥσπερ Περικλέης εἰς τὸ δέον ἀπώλεσα‘.
5καὶ Μένανδρος ἐν Ἐπαγγελλομένῳ (fr. 151 Kö.). μέμνηται δὲ καὶ ἑτέρωθι.176

epsilon

23

ἐκκεχιλωμένη· ἐψυγμένη, ἐξημελημένη, κεχερσωμένη. ἐπεὶ ὁ χιλὸς ἐν χέρσῳ φύεται. τοῦτο δέ ἐστι χόρτος.

epsilon

24

ἐκ κλίμακος· ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ὅτε χρονοτριβοῖεν οἱ πύκται, κλῖμαξ εἰσεφέρετο ὥστε διαστάντας καὶ χώραν λαβόντας ἐκείνους μένειν ἐν ταύτῃ ἕνεκεν τοῦ μὴ περι‐ ίστασθαι τὰς φερομένας πληγὰς περιτρέχοντας, ἀλλὰ μένοντας ἐπὶ τοῦ αὐτοῦ τῇ ποιᾷ τῶν χειρῶν ἐκτάσει φυλάττεσθαι.

epsilon

25

ἐκολλόπωσε (Achae. fr. 22 N2)· κόλλῃ συνήρμοσεν. ἀπὸ γὰρ τοῦ νωτιαίου κόλλοπος τῶν βοῶν ἑψομένου γίνεται κόλλα. ὅθεν καὶ ᾧ ἐπιτείνουσι τὰς χορδάς, κόλλοψ· ἦν γὰρ δερμάτινος.

epsilon

26

ἐκπηνιεῖται (Ar. ran. 578)· ἐξειλήσει εἰς πηνίον.

epsilon

27

ἐκστέψαι· ποτοῦ ἐκκενῶσαι καὶ τὸ ἀποθέσθαι τι, ἐκ μεταφορᾶς τῶν τὰ στέμματα ἀποτιθεμένων.

epsilon

28

ἐκτιλωμένος· συνήθης.

epsilon

29

ἐκτορμεῖν· τὸ ἐκ τοῦ καθήκοντος δρόμου ἐκβαίνειν.

epsilon

30

ἐκτρυπῆσαι· τὸ μετὰ βίας ἐξελθεῖν.

epsilon

31

Ἐλαία· Αἰολὶς πόλις, Ἐλέα δὲ ἐν Ἰταλίᾳ.

epsilon

32

ἐλειός· εἶδος μυῶν.

epsilon

33*

Ἑλένης κρατήρ· διάφορος τὴν κατασκευὴν καὶ πρέπων ἡρωΐδι τοιαύτῃ. παροιμία **

epsilon

34

ἐμασχαλίσθη (Aesch. Cho. 439)· ἔθος ἦν τοῖς ἀρχαίοις, ὁπότε φονεύσειαν ἐξ ἐπιβουλῆς τινα, τὸ ἔργον ἀφοσιουμένοις ἀκρωτηριάζειν τὸν νεκρὸν καὶ τῶν μορίων ὁρμαθὸν ποιή‐ σαντας κρημνάναι [κατὰ] τοῦ τραχήλου κατὰ τῶν μασχαλῶν διείροντας. ἀφ’ οὗ δὴ καὶ μασχαλίσ‐ ματα προσηγόρευσαν αὐτά. καὶ Σοφοκλῆς ἐν Τρωίλῳ (fr. 566 N2 = 623 P.)·
5
‘πλήρη μασχαλισμάτων‘. εἴρηκε 〈δὲ〉 τὸν μασχαλισμὸν καὶ ἐν Ἠλέκτρᾳ (v. 445).

epsilon

35

ἔμβαρός εἰμι· νουνεχής, φρόνιμος. Μένανδρος Φάσματι (fr. 2; cf. fr. 368 Kö.). ἦν 〈τῶν Ἀθηναίων τις Ἔμβαρος, περὶ οὗ ἱστορεῖται τάδε· ἦν〉 πρότερον ὁ Πειραιεὺς νῆσος, ὅθεν καὶ τοὔνομα εἴληφεν ἀπὸ τοῦ διαπερᾶν. οὗ τὰ ἄκρα Μούνυχος κατασχὼν Μουνυχίας
Ἀρτέμιδος ἱερὸν ἱδρύσατο. ἄρκτου δὲ γενομένης ἐν αὐτῷ καὶ ὑπὸ τῶν Ἀθηναίων ἀναιρεθείσης177
5λοιμὸς ἐπεγένετο, οὗ τὴν ἀπαλλαγὴν ὁ θεὸς ἔχρησεν, ἄν τις τὴν θυγατέρα θύσῃ τῇ Ἀρτέμιδι. Βάρος δὲ ἢ Ἔμβαρος μόνος ὑποσχόμενος οὕτω ποιήσειν ἐπὶ τῷ τὴν ἱερωσύνην τὸ γένος αὐτοῦ διὰ βίου ἔχειν, διακοσμήσας τὴν θυγατέρα, αὐτὴν μὲν ἀπέκρυψεν ἐν τῷ ἀδύτῳ, αἶγα δὲ ἐσθῆτι κοσ‐ μήσας ὡς τὴν θυγατέρα ἔθυσεν. ὅθεν καὶ εἰς παροιμίαν περιέστη· ‘〈οὐκ〉 ἔμβαρος εἶ‘ ἐπὶ τῶν παραπαιόντων καὶ μεμηνότων.

epsilon

36

ἐμμέλεια· ὄρχησις [τις] τραγική.

epsilon

37

ἕνδεκα· ἀρχὴ ἐν Ἀθήναις ἐπιμελουμένη τῶν ἐν τῷ δεσμωτηρίῳ, ἐφ’ ἣν ἀνήγοντο οἱ κλέπται καὶ οἱ ἀνδραποδισταί.

epsilon

38*

ἕνη καὶ νέα· ἡ τριακὰς καλουμένη. ἕνον τὸ παλαιὸν καὶ νέον τὸ νέον.

epsilon

39

ἐνιλλώπτειν· τὸ ὀφθαλμοῖς καταμωκᾶσθαι, καὶ ἰλλώπτειν καὶ ἐπιλλοῦν τὸ μυκτηρίζειν, καὶ κατιλλώπτειν τὸ καταμυκτηρίζειν.

epsilon

40

ἐν Καρὶ τὸν κίνδυνον· ἐπὶ τῶν ἐν εὐτελέσι τὰς πείρας ποιουμένων, ἐπεὶ Κᾶρες πρῶτοι ἐμισθοφόρησαν.

epsilon

41*

ἐν μετοπώρῳ τὰ ἄνθη **

epsilon

42

ἐν ὅλμῳ ἐκοιμήσω· [ἤγουν] μαντικὸς ἐγένου. Ἀριστοφάνης γὰρ ὁ γραμματι‐ κός φησιν (p. 239 fr. 8 N.), ὡς οἱ ἐν ὅλμῳ κοιμώμενοι μαντικοὶ γίνονται.

epsilon

43

ἔνρινον καὶ ἔρρινον· ἄρωμα, ᾧ τὰς ῥῖνας ἐνεχρίοντο.

epsilon

44*

ἐξούλης δίκη· οἱ δίκην νικήσαντες ὥστε ἀπολαβεῖν χωρίον ἢ οἰκίαν, ἔπειτα ἐμβατεύειν κωλυόμενοι ἢ ἐμβατεύσαντες ἐξελαυνόμενοι δίκην εἰσάγουσι πρὸς τοὺς ἐξελαύνον‐ τας ἢ οὐκ ἐῶντας ἐμβατεύειν. καὶ αὔτη ἡ δίκη ἐξούλης καλεῖται ἀπὸ τοῦ ἐξίλλειν. οἱ παλαιοὶ γὰρ τὸ κωλύειν καὶ ἀπελαύνειν ἐξίλλειν ἔλεγον.

epsilon

45

ἔξω Γλαῦκε· χειμῶνα γὰρ σημαίνει ὁ θαλάττιος.

epsilon

46

ἐξωμίς· χιτὼν ἅμα τε καὶ ἱμάτιον· ἦν γὰρ ἑτερομάσχαλος καὶ ἀναβολὴν εἶχεν, ἣν ἀνεδοῦντο [κοσύμβην]· διόπερ καὶ οἱ κωμικοὶ (IV 636 M. = fr. ad. 821 K.) ἐπ’ αὐτῆς ποτὲ μὲν ‘ἔνδυθι‘, ποτὲ δὲ ‘ἀναβαλοῦ‘ φασιν. ἦν δὲ τῶν δούλων χιτών—ὁ δὲ ἀμφιμάσχαλος τῶν ἐλευ‐ θέρων καὶ ἀστῶν—οὐκ ἐπισκεπάζων τοὺς βραχίονας. οἱ δὲ νεώτεροι καὶ θοιμάτιον ἐξωμίδα τὸ
5μικρὸν καὶ εὐτελές.

epsilon

47

ἐπακτρίδες· αἱ ἁλιάδες. ἐπακτρεῖς γὰρ οἱ κυνηγοί.178

epsilon

48

ἐπακτροκέλης· πλοῖον λῃστρικὸν μεταξὺ ἐπακτρίδος καὶ κέλητος· ἅπερ καὶ αὐτὰ πλοιάριά ἐστιν.

epsilon

49

ἐπαύλια· ἡ δευτέρα τῶν γάμων ἡμέρα οὕτω καλεῖται, καθόσον ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἡ νύμφη τότε 〈τὸ〉 πρῶτον ἐπηύλισται. καλεῖται δ’ ἐπαύλια καὶ τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τῶν γάμων δῶρα παρὰ τοῦ τῆς νύμφης πατρὸς φερόμενα τῷ νυμφίῳ καὶ τῇ νύμφῃ ἐν πομπῆς σχήματι. παῖς γὰρ ἡγεῖται χλανίδα λευκὴν ἔχων καὶ λαμπάδα καιομένην, ἔπειτα μετὰ τοῦτον κανη‐
5φόρος, εἶθ’ αἱ λοιπαὶ ἀκολουθοῦσιν ἐφεξῆς φέρουσαι χρυσία, λεκανίδας, σμήγματα, φορεῖα, κτένας, κοίτας, ἀλαβάστρους, σανδάλια, θήκας, μυράλειπτρα· ἐνίοτε δὲ καὶ τὴν προῖκα ἅμα τῷ νυμφίῳ φέρουσιν.

epsilon

50

ἐπικωπητήρ· ὁ τροπωτὴρ ἱμάς.

epsilon

51

ἐπὶ Λειψυδρίῳ μάχη· χωρίον ὑπὲρ τῆς Πάρνηθος, ὃ ἐτείχισαν οἱ φυγάδες τῶν τυράννων, ὧν οἱ Ἀλκμαιονίδαι προειστήκεσαν. ἐκπολιορκηθέντων δ’ αὐτῶν ὑπὸ τῶν περὶ Πεισί‐ στρατον σκόλιον εἰς αὐτοὺς ᾔδετο (scol. an. 24 D.2
‘αἰαῖ, Λειψύδριον προδωσέταιρον,
5οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας, οἳ τότ’ ἔδειξαν, οἵων πατέρων ἔσαν‘.

epsilon

52

ἔπιλλος· παράστραβος.

epsilon

53

ἐπὶ Παλλαδίῳ· δικαστήριον Ἀθήνησιν, ἐν ᾧ οἱ ἐφέται ἀκουσίου φόνου ἐδίκαζον. Ἀργεῖοι γὰρ ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσέσχον Φαλήροις, ὑπὸ Ἀθηναίων ἀγνοούμενοι ἀνῃρέ‐ θησαν. ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος καὶ τοῦ Παλλαδίου εὑρεθέντος κατὰ χρησμὸν αὐτόθι τὸ δικαστήριον ἀπέδειξαν, ὡς Φανόδημος (FHG I 368 fr. 12). Κλεί[τό]δημος δέ φησιν (FHG I
5361 fr. 12) Ἀγαμέμνονος σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις Δημοφῶντα ἁρπάσαι τὸ Παλλάδιον καὶ πολλοὺς τῶν διωκόντων ἀνελεῖν. τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος κρίσιν ὑπο‐ σχεῖν ἐπὶ πεντήκοντα Ἀθηναίων καὶ τοσούτων Ἀργείων, οὓς ἐφέτας κληθῆναι διὰ τὸ παρ’ ἀμφο‐ τέρων ἐφεθῆναι αὐτοῖς περὶ τῆς κρίσεως. καὶ τὸ δικαστήριον ἐπώνυμον τοῦ Παλλαδίου γενέσθαι.

epsilon

54

ἔπιπλα· τὰ μὴ ἔγγεια κτήματα, ἀλλ’ ἢ κατ’ οἶκον κτῆσις ἢ δυναμένη πλεῦσαι.

epsilon

55

ἐπίστιον· νεώριον, νεώσοικος.179

epsilon

56

ἐπισφελίτης· ὁ θρανίτης. σφέλας γὰρ τὸ ὑποπόδιον. ἔχει δὲ οὗτος τὴν ἄνω ἕδραν, τὴν δευτέραν ζύγιος, τὴν τρίτην θαλάμιος.

epsilon

57

ἐπὶ τὰ Μανδροβόλου· ἐπὶ τῶν εἰς τὰ χείρονα τρεπομένων. ἀπὸ Μανδροβόλου τινὸς τὸ ἐν Σάμῳ γεωφάν〈ε〉ιον εὑρόντος καὶ πρῶτον μὲν κριὸν χρυσοῦν ἀναθέντος, ἔπειτα ἀργυροῦν, ἔπειτα χαλκοῦν ἐλάττονα, εἶτα οὐκέτι, ὡς Ἔφορος (FG Hist 70, 59b).

epsilon

58

〈ἐπὶ τὸν〉 ἔσχατον Μυσῶν πλεῖν· Ἕλλησι λοιμῷ κρατουμένοις ὁ θεὸς ἔχρησεν, ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. οἱ δὲ τὸ μὲν πρῶτον ἠπόρουν. αὖθις δὲ ** τὴν Αἰολίδα παρὰ τοῖς ἐσχάτοις τῆς Μυσίας εὗρον. ἔνιοι τὴν παροιμίαν ἔκ τινος χρησμοῦ λέγουσι Τηλέφῳ μαντευο‐ μένῳ γεγονέναι περὶ γονέων, ἐπὶ τίνας τόπους ἐλθὼν εὕροι τοὺς γονεῖς· τὸν δὲ θεὸν προσ‐
5τάξαι, πλεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν. ἀφικόμενον δὲ εἰς Τευθρανίαν—νέμεσθαι γὰρ ταῦτα τὰ χωρία Μυσούς—ἐπιτυχεῖν τῇ μητρί [αὐτοῦ]. τάττεται ἡ παροιμία ἐπὶ τῶν δυσχερῆ ἐπιτασσομένων.

epsilon

59

ἐποστρακίζειν· παιδιά τις, ἣν παίζουσιν οἱ παῖδες ὄστρακα ἀφιέντες εἰς τὴν θάλασσαν.

epsilon

60*

ἐπωβελία· τὸ ἐπιδέκατον.

epsilon

61

Ἐργάνη· ἡ Ἀθηνᾶ ὡς ἔργοις ἐπιστατοῦσα· αὕτη γὰρ εὗρε τὰς τέχνας.

epsilon

62

ἐρείκη· εἶδος φυτοῦ.

epsilon

63

ἐρεικτὰ ὄσπρια· τὰ σχιστὰ [ὁπ]οἷον ὁ κύαμος.

epsilon

64

ἐρεικτόν· τὸν δίχα σχιστὸν πυρὸν καὶ μὴ εἰς ἄλευρα ἀληλεσμένον, ἀλλ’ ὥστε δύο ἐξ ἑνὸς γεγονέναι. τοῦτο λέγουσιν ἐρεικτόν.

epsilon

65*

Ἐρετριέων ῥῶ· ἐπὶ τῶν κατακόρως τισὶ χρωμένων. κατακόρως γὰρ οὗτοι χρῶν‐ ται τῷ ρ.

epsilon

66

ἐρήμη δίκη· ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδιαιτηθῇ. ὅμοιον καὶ τὸ ἐρήμην ἁλῶναι.

epsilon

67

ἐρινάζειν· ὀλύνθους περιάπτειν ταῖς ἡμέροις συκαῖς· ἀπὸ [τῶν] ἐρινεῶν τῶν ἀγρίων σύκων, ἐξ ὧν οἱ λεγόμενοι ψῆνες μετεισέρχονται εἰς τὸν τῶν ἡμέρων συκῶν καρπὸν καὶ κρατύνουσιν αὐτὸν ὥστε μὴ ἀπορρυῆναι τοῦ δένδρου.

epsilon

68

ἐρινεός· καὶ ἡ ἀγρία συκῆ καὶ ὁ καρπὸς αὐτῆς, ὥσπερ καὶ ἐλαία τό τε φυτὸν καὶ ὁ καρπός. Ἀριστοτέλης δὲ ἐρινεοὺς μὲν τὸ φυτὸν ἐν τοῖς Περὶ ζῴων (h. an. 557b 25s.),
ἐρινεὰ δὲ τὸν καρπόν (ib. 557b 29s., cf. 554a 15).180

epsilon

69

ἕρμαιον· τὸ ἀπροσδόκητον κέρδος, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν· ταύτας δὲ τῷ Ἑρμῇ ἀφιεροῦσιν ὡς ὄντι καὶ τούτῳ ἑνὶ τῶν ἐνοδίων θεῶν.

epsilon

70

Ἑρμῆς στροφαῖος· ὁ παρὰ ταῖς θύραις ἱδρυμένος. ἀπὸ τοῦ στροφέως τῆς θύρας, 〈ἢ〉 καὶ ὁ στρέφων καὶ ἐξαπατῶν οἷον στρόφις.

epsilon

71

Ἑρμῆς τετρακέφαλος· ἐν Κεραμεικῷ Τελεσαρχίδου ἔργον, ᾧ ἐπεγέγραπτο (Inscr. Gr. Metr. n. 188 Preg.)·
‘Ἑρμῆ τετρακέφαλε, καλὸν Τελεσαρχίδου ἔργον,
πάνθ’ ὁράᾳς ...‘
5ἡ δὲ τετρὰς ἱερὰ τοῦ θεοῦ.

epsilon

72

Ἑρμοκοπίδαι· οἱ τῶν Ἑρμῶν τοὺς τραχήλους καὶ τὰ αἰδοῖα ἀποκόψαντες· φασὶ δὲ Ἀλκιβιάδην συμπράττοντα Κορινθίοις τοῦτο πρᾶξαι.

epsilon

73

Ἑρμώνειος χάρις· ἡ κατ’ ἀνάγκην διδομένη, οὐκ ἐκ διαθέσεως ψυχῆς, ἀλλ’ ἐπιπλάστως καὶ κατὰ προσποίησιν φιλίας, οὐ κατ’ ἀλήθειαν. ὁ γὰρ Ἕρμων ὁ Πελασγῶν βασιλεύς, Δαρείου ἐπὶ Θρᾴκην ἰόντος καὶ πάντα χειρουμένου, παρεχώρησεν Ἀθηναίοις τῆς Λήμνου τῷ μὲν δοκεῖν χαριζόμενος, τῇ δὲ ἀληθείᾳ Δαρεῖον φοβηθείς.

epsilon

74

ἐρυσίβη· θηρίδιόν τι ἐν τῷ σίτῳ γινόμενον, ὃ λυμαίνεται τὸν καρπόν· τινὲς δὲ νόσον ἐκ τοῦ περιέχοντος 〈ἀέροσ〉 ἐπιγινομένην τοῖς σπέρμασιν.

epsilon

75

ἐρύσιμος· λάχανον θερμαντικόν, οὗ τὸ σπέρμα τρίβουσαι πίνουσιν αἱ κύουσαι γυναῖκες.

epsilon

76*

Ἑστίᾳ θύομεν· ἀφ’ ὧν οὐκ ἔξεστι μεταδοῦναι οὐδὲ ἐξενεγκεῖν.

epsilon

77

ἕστωρ· σφήν, ἔμβολος, γόμφος ἢ πρῶτος τύλος τοῦ ῥυμοῦ ἢ κοίλωμα ζυγοῦ, ὑφ’ ὃ ὁ τράχηλος τῶν ἵππων ὑποτίθεται.

epsilon

78

ἑτερομάσχαλος· χιτὼν δουλικός, ἣν ἐξωμίδα λέγουσιν.

epsilon

79

εὐγενέστερος Κόδρου· τοῦ υἱοῦ Μελάνθου τοῦ Μεσσηνίου, πατρὸς δὲ Μέδοντος καὶ Νείλεω. οὗτος ὁ Κόδρος Δωριέων ἐπιστρατευσάντων Ἀθηναίοις, ἐπεὶ τοὺς ἐκ Πελοποννήσου φυγάδας προσεδέξαντο, ἐν οἷς καὶ Μέλανθον, χρησμοῦ δὲ αὐτοῖς δοθέντος αἱρήσειν τὴν πόλιν, ἐὰν ἀπόσχωνται τοῦ τῶν πολεμίων βασιλέως, νοήσας τὸν χρησμὸν, ἀναλαβὼν ὑλοτόμου ἐσθῆτα
5καὶ ἐντυχὼν τοῖς φύλαξι τῶν Δωριέων ἕνα ἐξ αὐτῶν ἀνεῖλε. διοργισθέντες δὲ οἱ λοιποὶ συλλαβόντες αὐτὸν ἀνεῖλον, ὡς Δήμων (FHG. I 383 fr. 21).

epsilon

80

εὕδοντι κύρτος αἱρεῖ· παροιμία· καθεύδουσι γὰρ καθέντες τοὺς κύρτους. παρὰ
τοῦτο ἐποίησε Κρατῖνος Ἀρχιλόχοις (II 22 M. = fr. 4 K.)· ‘εὕδοντι πρωκτὸς αἱρεῖ‘.181

epsilon

81

εὐήτριον· ἱμάτιον εὐυφὲς ἢ τὸ ὁμαλὸν ὕφασμα.

epsilon

82

Εὔνοστος· θεὸς ἐπιμύλιος, ἡ δοκοῦσα ἐφορᾶν τὸ μέτρον τῶν ἀλεύρων.

epsilon

83

Εὐρύβατος πονηρός· παροιμία ἐπὶ τῶν πονηρῶν ἀπὸ τοῦ πεμφθέντος εἰς Πελοπόννησον ὑπὸ Κροίσου μετὰ χρημάτων ἐπὶ ξενολογίᾳ, ὥς φησιν Ἔφορος (FG Hist 70, 58c), εἶτα μεταβαλλομένου πρὸς Κῦρον τὸν τοῦ Κροίσου ἐχθρὸν καὶ προδεδωκότος τά τε ἀπόρρητα καὶ τὰς Σάρδεις. ἦν δὲ οὗτος Ἐφέσιος. οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον. Διότιμος Ἡρακλέους ἄθλοις·
5(EGF. p. 213 fr. 2 Ki.)·
‘Κέρκωπες, τοὶ πολλὰ κατὰ τριόδους πατέοντες
Βοιωτῶν σίνοντο· γένος δ’ ἔσαν Οἰχαλ〈ι〉ῆες,
Ὦλός τ’ Εὐρύβατός τε, δύω βαρυδαίμονες ἄνδρεσ‘. Νίκανδρος (fr. 112 Schn.)· ‘ἀγίνευν
10
〈Ὦλον τ’〉 Εὐρύβατόν 〈τε〉 πανουργότατον ...‘ οὗ μνημονεύει Ἀριστοτέλης ἐν αʹ Περὶ δικαιοσύνης (fr. 84 R.). Δοῦρις δὲ ἐν δʹ Τῶν περὶ Ἀγα‐ θοκλέα (FG Hist 76, 20) ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου. καὶ Ἀριστοφάνης Δαιδάλῳ ὑποθέμενος τὸν Δία εἰς πολλὰ ἑαυτὸν μεταβάλλοντα καὶ πλουτοῦντα καὶ πανουργοῦντα (II 1015 M. = fr. 184 K.)·
15
‘εἰ δή τις ὑμῶν εἶδεν Εὐρύβατον Δία‘. οἱ δὲ ὅτι πλείονες ἐγένοντο 〈Εὐρύβατοι〉 καθὰ **
‘ἠδ’ ὅσσα προτέροισιν ἀείδεται Εὐρυβάτοισιν‘, πάντες δὲ πανοῦργοι ἀπέβησαν. —ἦν δὲ καὶ κλέπτης Εὐρύβατος· καθειρχθεὶς δὲ πολλάκις καὶ διαδράς, εἶτα πάλιν ἁλοὺς καὶ παραφυλαττόμενος, ἐπειδὴ συμπίνοντες ἔλυσαν αὐτὸν οἱ φυλάτ‐
20τοντες 〈καὶ〉 ἐκέλευσαν ἐπιδείξασθαι τὴν ἐπὶ τοὺς οἴκους ἀναρρίχησιν, τὸ μὲν πρῶτον διωθεῖτο. δεομένων δὲ ὡς οὐ βουλομένου, ἐπεὶ μόλις ἀνέπεισαν, τὰς ἐγκεντρίδας ὑποδησάμενος καὶ σπόγ‐ γους λαβὼν ἀνερριχήσατο διὰ τοῦ τείχους τῆς εἱρκτῆς. ἀναβλεπόντων δὲ ἐκείνων καὶ θαυμαζόντων τὰς τέχνας λαβὼν τὸν ὄροφον καὶ ὑπερβάλλων κατεπήδησεν ἔξω καὶ ᾤχετο, ἐν ὅσῳ οἱ φύλακες
περιῄεσαν, ὅπως ἴδοιεν αὐτὸν κατιόντα.182

epsilon

84

εὕστρα· ἔδεσμα ἐκ σταχύων καυθέντων τοὺς ἀνθέρικας ἀποβαλόντων ἤτοι ὁ περικεκαυμένος στάχυς.

epsilon

85

Ἐφέσια γράμματα (cf. Anaxilarn III 345 M. = fr. 18 K.)· φωναὶ φυσικὸν ἐμπεριέχουσα〈ι〉 νοῦν ἀλεξίκακον, ἃς καὶ Κροῖσος ἐπὶ πυρᾶς εἶπεν. [καὶ] ἀσαφῶς 〈δὲ〉 καὶ αἰνιγ‐ ματωδῶς δοκεῖ ἐπὶ ποδῶν καὶ ζώνης καὶ στεφάνης ἐπιγεγράφθαι τῆς Ἀρτέμιδος τὰ τοιαῦτα γράμ‐ ματα. καὶ παροιμία τὸ ‘Ἐφέσια γράμματα‘ ἐπὶ τῶν ἀσαφῆ τινα λαλούντων καὶ δυσπαρακολού‐
5θητα.

epsilon

86

ἐφετίνδα· παιδιά τις, ὅταν ἄλλῳ προδείξαντες τὴν σφαῖραν ἄλλῳ ἐφῶσιν.

epsilon

87

ἔφυγον κακόν, εὗρον ἄμεινον (carm. pop. 28 D2)· 〈παροιμία.〉 νόμος 〈γὰρ〉 Ἀθήνησιν 〈ἐν τοῖς γάμοισ〉 ἀμφιθαλῆ παῖδα ἐστεμμένον ἀκάνθαις μετὰ δρυΐνων καρπῶν, λίκνον βαστάζοντα ἄρτων πλέον, τοῦτο λέγειν αἰνισσόμενον τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν.

epsilon

88

ἐχῖνος τὸν τόκον ἀναβάλλει· λέγεται ἐφ’ ὧν τὸ ἀναβάλλεσθαι πρὸς χεῖρον γίνεται. καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον, εἶθ’ ὕστερον ὑπὸ τρα‐ χυτέρων τῶν ἐμβρύων κάκιον ἀπαλλάσσειν ἐν τῷ τόκῳ.

zeta

1

ζβεννυμενάων αἰγῶν (Hes. opp. 590)· ληγουσῶν.

zeta

2

ζβέσαι· παῦσαι, λῆξαι, κοιμίσαι.

zeta

3

ζεῦγος ἡμιονικὸν ἢ βοεικὸν ζεύξαντες, τὴν λεγομένην κλινίδα, ἥ ἐστιν ὁμοία διέδρῳ, τὴν τῆς νύμφης μέθοδον ποιοῦνται. παραλαβόντες δὲ αὐτὴν ἐκ τῆς πατρῴας ἑστίας ἐπὶ τὴν ἅμαξαν ἄγουσιν εἰς τὰ τοῦ γαμοῦντος ἑσπέρας ἱκνουμένης. κάθηνται δὲ τρεῖς ἐπὶ τῆς ἁμάξης, μέση μὲν ἡ νύμφη, ἑκατέρωθεν δὲ ὅ τε νυμφίος καὶ ὁ πάροχος. οὗτος δέ ἐστι φίλος ἢ συγγενὴς
5ὁ μάλιστα τιμώμενος καὶ ἀγαπώμενος. ἐπειδὴ δὲ ἡ ἅμαξα ὄχημα ἐλέγετο, ὁ ἐκ τρίτου παροχού‐ μενος πάροχος ἐκλήθη. καὶ ἀπὸ ταύτης τῆς συνηθείας, κἂν πεζοὶ μετίωσί τινες κόρην, ὁ τρίτος συμπαρὼν πάροχος λέγεται.

zeta

4

ζμινύη· ὁτὲ τὸ σκαφεῖον, ὁτὲ ἀξινάριον. οἱ δὲ δίκελλαν.

zeta

5

ζμῶδιξ· μώλωψ, τὸ ἐκ πληγῆς οἴδημα παρὰ τὸ ζμῶξαι τὸ πατάξαι.183

zeta

6

ζύγαστρον (e. g. Soph. Tr. 692)· ἡ κιβωτός. κυρίως δὲ ἡ ξυλίνη σορὸς παρὰ τὸ ἐζυγῶσθαι· οὕτως Εὐριπίδης (deest N.2—Arn.). παρὰ Δελφοῖς δὲ ζύγαστρον καλεῖται τὸ γραμματοφυλάκιον.

zeta

7

ζύγιοι· ἐρέται τινὲς οὕτω καλοῦνται.

zeta

8

ζυγός· τοῦ σανδαλίου τὸ συνέχον τοὺς δακτύλους 〈καὶ〉 σταθμός, ὅθεν ἡ παροι‐ μία· ‘ζυγοῦ πρὸς δίκην εὐθέστεροσ‘.

zeta

9

ζυγώσω (Aesch. fr. 115 N2)· καθέξω, δαμάσω.

eta

1

ἡγητηρία· παλάθη σύκων, ἣν ἐν τῇ πομπῇ τῶν Πλυντηρίων φέρουσιν, ὅτι ἡμέ‐ ρου τροφῆς πρώτης ταύτης ἐγεύσαντο.

eta

2

δὲ αἲξ τὴν μάχαιραν· ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόντων κακόν, ἀπὸ Κορινθιακῆς παροιμίας ‘ἡ αἲξ δοῦσα τὴν μάχαιραν‘. οὕτω γὰρ λέγεται· Κορινθίων τῇ Ἥρᾳ Ἀκραίᾳ θυόντων, ἣν λέγεται ἱδρύσασθαι Μήδεια, οἱ τὴν παροχὴν μεμισθωμένοι γῇ κρύψαντες τὴν μάχαιραν ἐσκήπ‐ τοντο ἐπιλελῆσθαι· ἡ δὲ αἴξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν.

eta

3

δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν· τῆς χελώνης ὀλίγα κρέα βρω‐ θέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει· ὅθεν τὴν παροιμίαν εἰρῆσθαι Δήμων (FHG. I 381 fr. 16). ἕτεροι δὲ ἐπὶ τῶν ἀποδύντων μὲν 〈πρὸσ〉 τὸ πρᾶγμα, στραγγευομένων δέ. φασὶ δὲ (i. e. Clearchus fr. 78 We.) αὐτὴν Τερψίωνος εἶναι.

eta

4

ἦδος· τὸ ὄφελος καὶ τὸ ὄξος.

eta

5

ἠκέστας βόας (cf. Z 94)· φορβάδας, ἀδαμάστους, νομάδας.

eta

6

κύων ἐπὶ τῆς φάτνης (com. fr. ad. 719 K.)· παροιμία ἐπὶ τῶν μήτε χρω‐ μένων μήτε ἄλλοις μεταδιδόντων.

eta

7

ἠλακατῆνες· ἰχθύες θαλάσσιοι κωβιώδεις ταριχευόμενοι.

eta

8*

ἤλεκτρον· ἀλλότυπον χρυσίον μεμ〈ε〉ιγμένον ὑέλῳ καὶ λιθείᾳ.

eta

9

ἥλῳ τὸν ἧλον ἐκκρούεις (com. fr. ad. 494 K.)· ἀντὶ τοῦ ἁμαρτήματι τὸ ἁμάρτημα σπεύδεις ἐξελάσαι.

eta

10*

ἠμὲν κλέος ἠδὲ καὶ ἦσθα· παροιμία ἐπὶ τῶν ὁμοίων τῇ περὶ αὐτῶν φήμῃ.

eta

11*

ἡμένη πελειάς· παροιμία ἐπὶ τῶν ἁπλουστάτων καὶ ἀκακοήθων ταττομένη, κατ’
ἀντεξέτασιν τῶν παλευτριῶν, αἳ ἐξιπτάμεναι ἄλλας προσάγουσιν.184

eta

12

ἡμερωρεῖν· ἡμεροφυλακεῖν.

eta

13

ἡμίεκτον· τὸ δωδέκατον μέρος τοῦ μεδίμνου. ἔστι γάρ τι μέτρον ἑκτεύς, ὅπερ ἐστὶ τὸ ἕκτον μέρος τοῦ μεδίμνου ἔχοντος χοίνικας τεσσαράκοντα ὀκτὼ ὥστε εἶναι τὸν ἑκτέα ὀκτὼ χοινίκων.

eta

14

ἡμιωβολιαῖον· τὸ τιμώμενον ἡμίσεος ὀβολοῦ.

eta

15

Ἡράκλεια λουτρά· 〈θερμὰ λουτρὰ, ἃ〉 τὴν Ἀθηνᾶν 〈φασιν〉 ἐν Θερμοπύλαις καμόντι Ἡρακλεῖ ἀνεῖναι, οἱ δὲ ἐν Σικελίᾳ τὰς νύμφας, οἱ δὲ αὐτὸν αὐτὰ κατασκευάσαι.

eta

16

Ἡρακλείαν λίθον· τινὲς (e. g. Ael. D. gl. η 15) τὴν Μαγνῆτιν ἀπέδοσαν διὰ τὰ καὶ Ἡράκλειαν τὴν Μαγνησίαν 〈καλεῖσθαι〉. ἔνιοι δὲ ὅτι ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον Ἡρακλε‐ ῶτις (cf. Ael. D. l. l.), ἡ δὲ Μαγνῆτις ἀργύρῳ ὁμοία ἐστίν, ὡς Εὐριπίδης ἐν Οἰνεῖ (fr. 567 N2
‘〈ἄργυρος δὲ〉 τὰς βροτῶν
5
γνώμας †σκοπῶν† ὥστε Μαγνῆτις λίθος
τὴν δόξαν ἕλκει καὶ μεθίστησιν πάλιν‘. οὐ λέγει νῦν ὑπὸ τῆς Μαγνήτιδος λίθου τὸν σίδηρον, ἀλλὰ τὴν τῶν θεωμένων δόκησιν ἕλκεσθαι πλανωμένων ὡς ἐπὶ ἀργύρῳ.

eta

17

Ἡρακλείδην· τὸν Ἡρακλέα οὕτως ἔλεγον.

eta

18

Ἥρυλλος· ὁ Ἡρακλῆς ὑποκοριστικῶς ἐν τοῖς σατυρικοῖς (TGF. fr. ad. 590 N2).

eta

19

ἦσάν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι (cf. Anacr. 86 D2)· παροιμία ἀπὸ χρησ‐ μοῦ ἐπὶ τῶν προγεγονότων.

eta

20

ἤτριον· ἔνδυμα ὑμενῶδες.

eta

21

Φανίου θύρα· τὸν Φάνιόν φησι Δήμων (FHG. I 379 fr. 8) ὀβολοστάτην εἶναι, ἄλλως δὲ τυφλόν. ὑπανοιγομένης δὲ αὐτῷ τῆς τοῦ ταμιείου θύρας κατασκευάσαι 〈αὐτὸν〉 τοιαύτην, ἣν οὐκ ἄν τις ἤνοιξε μὴ ψόφον ποιήσας. ** ἐνίους δὲ λέγειν ὡς μοιχευομένης αὐτῷ τῆς γυναικὸς τὴν αὔλειον θύραν εἰργάσατο ὡς μὴ ἄνευ ψόφου ἀνοίγεσθαι. τῆς δὲ κατὰ τοῦ στέγους δεχομένης
5τὸν μοιχὸν χλευάζοντας τοὺς γείτονας ἐπὶ τῶν μηδὲν ἀνυόντων ἐν τῷ φυλάττειν ‘τὴν Φανίου θύραν‘ εἶναι λέγειν.

theta

1

θάλασσα κοίλη (IV 628 M. = fr. ad. 864 K.)· τὸ θέατρον.

theta

2

θάτερον καὶ θάτερα λέγεται τὸ τῶν οὐδετέρων ἑνικὸν καὶ πληθυντικόν. Μέναν‐ δρος δὲ λέγων (fr. 710 Kö.)·
‘ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν‘ ἐσχάτως βαρβαρίζει. τὸ γὰρ ἀρσενικὸν ἅτερος λέγεται καὶ θατέρου γενικὴ καὶ θατέρῳ δοτικὴ τῶν
185
5ἑνικῶν· τὸ δὲ θατέροις σολοικισμός. ἐπὶ δὲ αἰτιατικῆς οὐ κιρνᾶται. τὰ δὲ θηλυκὰ οὕτω συναλεί‐ φεται· ἡτέρα καὶ θητέρᾳ, οὔτε δὲ κατὰ γενικὴν οὐδ’ αὐτὰ οὔτε κατὰ αἰτιατικὴν κιρνᾶται.

theta

3

θᾶττον ἢ Βούτης· οἷον κατεσκευάσθη. Νίκων γὰρ ὁ ζωγράφος ὀφθαλμὸν ποιή‐ σας καὶ κράνος περιφαινόμενον ἐπέγραψε Βούτης.

theta

4

Θελγῖνες· γόητες, φαρμακοί.

theta

5

θεμισσέτω· νομοθετείτω, δικαζέτω.

theta

6

θεοὶ Μολοττικοί· οἱ χθόνιοι, ἐπεὶ ψυχοπομπεῖόν ἐστιν ἐν Μολοττοῖς.

theta

7

θεὸς θεός ταῖς ἀρχαῖς ἐπέλεγον ἐπιφημιζόμενοι.

theta

8*

θεράπων· δοῦλος ὁπλοφόρος κατὰ Κρῆτας.

theta

9

θεσμοθέται· ἀρχὴ Ἀθήνησιν ἀνδρῶν ἕξ, οἳ τὴν τῶν νόμων ἐπιμέλειαν ἐποιοῦντο καὶ τὰς εἰσαγγελίας εἰσήγγελλον εἰς τὸν δῆμον καὶ τὰς χειροτονίας 〈ἐποιοῦντο〉 καὶ τὰς προβολὰς 〈προὐβάλλοντο〉 ἁπάσας καὶ γραφὰς 〈ἐγράφοντο〉 παρανόμων. καὶ ἦσαν διορθωταὶ τῶν νόμων.

theta

10

Θετταλικὰ πτερά· τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς Θετταλικὰς χλα‐ μύδας. πτέρυγες δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι διὰ τὸ ἐοικέναι πτέρυξιν.

theta

11

Θετταλικὴ ἔνθεσις· ὁ μέγας ψωμός.

theta

12

Θετταλῶν σόφισμα (Eur. Ph. 1407s.)· καὶ ἐπὶ μάχης καὶ ἐπὶ σχήματος καὶ ἐπὶ παρακρούσεως καὶ ἄλλων μυρίων τάττεται ἀπὸ αἰτίας τοιαύτης· Διοτίμῳ κατιόντι ὁ θεὸς ἔχρη‐ σε φυλάξασθαι, μὴ λάθωσιν αὐτὸν οἱ ἐξ ἐναντίας εὐχῇ μείζονι καὶ λαμπροτέρᾳ κατ’ αὐτοῦ χρησά‐ μενοι. ὁ δὲ ἑκατόμβην ἀνδρῶν εὔξατο θύσειν τῷ Ἀπόλλωνι, κατορθώσας δὲ ἃ ἐβούλετο, ἀνεβάλλετο
5ἀεὶ τὴν θυσίαν διὰ τὸ μὴ ἱεροπρεπῆ εἶναι. ὅθεν ἡ παροιμία ἐπὶ τῶν διατριβόντων τὰς ὑποσχέσεις ἢ καὶ ἄλλως παρακρουόντων.

theta

13

θεῶν ἀγορά· ἐπὶ τῶν τολμώντων τι λέγειν ἐν τοῖς ὑπερέχουσιν.

theta

14*

θίς· ὄχθος, βουνός, ἄμμος.

theta

15

θολία· πῖλος εἰς ὀξὺ ἀπολήγων, οἱ δὲ σκιάδιον.

theta

16

θόλοι· στέγαι, ἐπάλξεις, καμάραι.

theta

17

Θρᾶκες ὅρκια οὐκ ἐπίστανται· ταύτης μέμνηται Μένανδρος ἐν τῇ πρώτῃ (Men. Eph. FHG. IV 448, fr. 8). λέγει γάρ, ὅτι ἐν ταύτῃ τῇ γῇ [ὁ] πρεσβεύς τις ἀκοντισθεὶς διὰ τοῦ
στήθους ἀπώλετο. καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰολεῦσιν αἴνιγμα ἐγένετο· ‘Θρᾷκες ὅρκια οὐκ ἐπίστανται‘.186

theta

18

θριπήδεστα· ξυλήφια τὰ ὑπὸ θριπῶν βεβρωμένα, οἷς ἐχρῶντο ἀντὶ σφραγίδων.

theta

19

θύλακος· ὁ ῥαπτὸς φάσκωλος.

theta

20

θύραζε Κᾶρες, οὐκέτ’ Ἀνθεστήρια (IV 676 M. = fr. ad. 548 K.)· οἱ μὲν διὰ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαί φασιν ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων. τῆς οὖν ἑορτῆς τελεσθείσης λέγειν ἐπὶ τὰ ἔργα ἐκπέμποντας αὐτούς·
‘θύραζε Κᾶρες, οὐκέτ’ Ἀνθεστήρια‘.
5τινὲς δὲ οὕτω τὴν παροιμίαν φασίν· ‘θύραζε κῆρες, οὐκ ἔνι Ἀνθεστήρια‘ ὡς κατὰ τὴν πόλιν τοῖς Ἀνθεστηρίοις τῶν ψυχῶν περιερχομένων.

theta

21

θύσανοι· Ἀττικῶς, σίλλυβα, κοινῶς δὲ κροσσοί, ἀφ’ ὧν οἱ κροσσωτοί (Araros III 273 M. = fr. 4 K.).

iota

1

ἰδύους· μάρτυρας, συνίστορας.

iota

2*

Ἴκκου δεῖπνον· ἐπὶ τῶν ἀπερίττως δειπνούντων. 〈ἀπὸ Ἴκκου〉 σοφοῦ ἰατροῦ Ῥηγίνου διὰ τὸ εὐτελὲς τῆς ἐκείνου ζωῆς.

iota

3

ἴκρια· [τὰ ἐν τῇ ἀγορᾷ] ἀφ’ ὧν ἐθεῶντο τοὺς Διονυσιακοὺς ἀγῶνας πρὶν ἢ κατα‐ σκευασθῆναι τὸ ἐν Διονύσου θέατρον.

iota

4

Ἱλάων· Ποσειδῶνος υἱός, 〈ἥρωσ〉 ὑπερφυής, οὐκ εὐπρόσιτος.

iota

5

Ἰλιὰς κακῶν (com. fr. ad. 753 K.)· ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ τῶν μεγά‐ λων κακῶν.

iota

6*

ἰλλάδας γονάς (Soph. fr. 67 N2 = 70 P.; Eur. fr. 837 N2)· ἀγελαίας κατὰ συστροφάς· ἰλλάδες δὲ κατ’ Ἴωνας δεσμοὶ ἐξ ἱμάντων ἢ λύγων (Ν 572).

iota

7

ἴξαλος· προπηδῶν καὶ τέλειος.

iota

8

ἵππος Νησαῖος· μεταξὺ τῆς Σουσιανῆς καὶ τῆς Βακτριανῆς τόπος ἐστὶ Καταστι‐ γώνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῆσος καλεῖται· ἐνταῦθα ἵπποι διάφοροι γίνονται. οἱ δὲ ἀπὸ Ἐρυθρᾶς θαλάσσης· εἶναι δὲ ξανθὰς πάσας. ὁ δὲ Ἡρόδοτος (III 106, 2) τῆς Μηδίας εἶναι τὸν τόπον Νησαῖον. ὁ δὲ Πολέμων (fr. 98 Prell.) κακῶς φησι λευκὸν ἵππον Νησαῖον. ἐν δὲ Δικτύῳ Ὀρφεὺς λέγει (fr.
5289 Kern) [ὅτι ἡ Νίσα τόπος ἐστὶν ἐν Ἐρυθρᾷ κείμενος].

iota

9

ἰχθυόκεντρον· τρίαινα, ᾗ ἐπὶ μεγάλων ἰχθύων χρῶνται.187

kappa

1

Καδμεία νίκη· παροιμία [λέγεται] ἐπὶ τῶν ἐπὶ κακῷ νικώντων. οἱ μὲν λέγουσιν, ὅτι Θηβαῖοι νικήσαντες ὕστερον ὑπὸ τῶν ἐπιγόνων ἡττήθησαν· οἱ δὲ ὅτι Οἰδίπους Θήβησι τὸ τῆς Σφιγγὸς αἴνιγμα λύσας ἔπαθλον τὴν μητέρα ἔγημεν. τίθεται καὶ ἐπὶ τῶν ἀλυσιτελῶν, ὡς καὶ Λύκος ὁ τὰ Περὶ Θηβῶν συντάξας 〈φησίν〉 (FHG IV 657, fr. 14d), ὅτι Κάδμος ἀνελὼν τὸν τὴν
5Ἀρείαν κρήνην τηροῦντα δράκοντα ἐθήτευσεν Ἄρει ὀκτὼ ἔτη.

kappa

2

καὶ τὰ τοῦ λύκου· φασὶ λύκον ἰδόντα τὸν ποιμένα ἢ καὶ κύνα τῶν ποιμενικῶν προβάτων ἐσθίοντα εἰπεῖν· ‘ἐγὼ τοῦτο εἰ ἐποίουν, πόση κραυγὴ ἐγίνετ’ ἄν;‘

kappa

3

καῖρος· σειρά τις ἐν ἱστῷ, δι’ ἧς οἱ στήμονες διείρονται.

kappa

4

κακὴ μὲν ὄψις· κόμμα παροιμίας. ‘κακὴ μὲν ὄψις, ἐν δὲ δειλαῖαι φρένεσ‘ Μένανδρος Σικυωνίῳ (fr. 374 Kö.).

kappa

5

καλαμᾶσθαι· τὰ λείψανα τῶν τετρυγημένων συνάγειν.

kappa

6

καλαμίς· χρυσοῦν κοσμάριον, ὃ τοὺς πλοκάμους περιέχει.

kappa

7*

κάλλαια (Ar. equ. 497)· οἱ πώγωνες τῶν ἀλεκτρυόνων.

kappa

8

κάλλη· ἄνθη, βάμματα.

kappa

9

Καλλικύριοι· οἱ ἀντὶ τῶν Γεωμόρων ἐν Συρακούσαις 〈μέρος καταλαβόντες τοῦ πολιτεύματοσ〉, γενόμενοι πολλοί τινες τὸ πλῆθος. δοῦλοι δ’ ἦσαν οὗτοι τῶν φυγάδων, ὡς Τίμαιος ἐν ἕκτῃ (FHG. I 204, fr. 56)· ὅθεν τοὺς ὑπερβολῇ πολλοὺς Καλλικυρίους ἔλεγον. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ εἰς ταὐτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς Ἀριστοτέλης ἐν Συρακουσίων
5Πολιτείᾳ (fr. 586 R.), ὅμοιοι τοῖς παρὰ Λακεδαιμονίοις Εἵλωσι καὶ παρὰ Θετταλοῖς Πενέσταις καὶ παρὰ Κρησὶ Κλαρώταις.

kappa

10

καλλύνειν· κοσμεῖν καὶ σαροῦν.

kappa

11

κάμπιος δρόμος· δρόμοι τινὲς ἦσαν κάμπιοι οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμ‐ πὰς ἔχοντες.

kappa

12

κάναστρον· τρύβλιον.

kappa

13

κανθάρου μελάντερος· παροιμία ** Μένανδρος Θησαυρῷ (fr. 202 Kö.).

kappa

14

κάρδακες· οἱ στρατιῶται ἐν Ἀσίᾳ· λέγονται δὲ καὶ οἱ φύλακες κάρδακες.

kappa

15

Καρκίνου ποιήματα· Μένανδρος Ψευδηρακλεῖ (fr. 457 Kö.) ἀντὶ τοῦ αἰνιγμα‐ τώδη. ὁ γὰρ Καρκίνος Ὀρέστην ὑπὸ †Ἰλίου† ἀναγκαζόμενον ὁμολογῆσαι, ὅτι ἐμητροκτόνησεν,
ἐποίησε δι’ αἰνιγμάτων ἀποκρινόμενον (Carc. p. 798 N2).188

kappa

16

κατ’ αἶγας ἀγρίας· παροιμία λεγομένη ἐπὶ κατάρας—κατ’ αἶγας ἀγρίας τρέπειν τὰ κακά—〈ὁμοίως τῇ ‘ἐς κόρακασ‘ (cf. Paus. φ 5)〉.

kappa

17

κατακαχρύσω· καταφρύξω καὶ συντρίψω· ἀπὸ τῶν καχρύων μετενήνεκται.

kappa

18

κατακορμίσαι· κατακόψαι ξύλον.

kappa

19

κάταντα· κατωφερῆ.

kappa

20

κατηδέσθημεν· κατεβρώθημεν〉. Πλάτων ἐν Ἑορταῖς (II 627 M. = fr. 35 K.)· ‘κατηδέσθημεν ἄν καὶ κατεκόπημεν εὐθύσ‘.

kappa

21

κατουλάδα· τὴν κατίλλουσαν καὶ κατείργουσαν, καὶ ἐξούλης δίκη ἡ ἐξείρξεως. Σοφοκλῆς Ναυπλίῳ (fr. 400 N2 = 433 P.)·
‘ἐπεύχομαι δὲ νυκτὶ τῇ κατουλάδι‘. οἱ δὲ τῇ πανωλέθρῳ ἐσομένῃ τοῖς Ἕλλησιν. οὖλον γὰρ τὸ ὀλέθριον, καὶ ἡ κατα πρόθεσις αὔξη‐
5σιν ἔχει. ἢ τὴν ζοφώδη ἀπὸ τῆς κατὰ τὸ σῶμα γινομένης οὔλης 〈τριχόσ〉, μελαντέρα γὰρ ὡς ἐπὶ πολύ. ἢ τὴν καταιγίδας ἔχουσαν καὶ συστροφὰς ἀνέμων. εἰλεῖν γὰρ τὸ συστρέφειν. Ὅμηρος (Φ 8; saepius).

kappa

22

καυσία (cf. Men. fr. 282 Kö.)· εἶδος πίλου βαρβαρικοῦ ἐπὶ τῆς κεφαλῆς ὡς τιάρα, ὃν οἱ Μακεδονικοὶ βασιλεῖς ἐφόρουν λευκὸν αὐτῷ διάδημα περιειλοῦντες.

kappa

23

κελέοντες· οἱ ἱστόποδες καὶ τὰ λεπτὰ καὶ πηνοειδῆ τῶν ξύλων.

kappa

24

κεντρηνεκὴς ἵππος· ὁ εὐπειθὴς κέντροις.

kappa

25*

Κερκῖται· ἔθνος Ἰνδικόν, ὃ χρῆται μικρῷ πηδαλίῳ τῷ καλουμένῳ κερκέτῃ· 〈οὗτος δὲ〉 μηχάνημα σιδηροῦν, ὃ ἐξαρτᾶται τῆς νεώς, ὅταν ᾖ ἄνεμος, πρὸς τὸ ἀντέχειν 〈ὡς ὁ δελφίσ〉.

kappa

26

Κέρκωπες· πανοῦργοι, δόλιοι, ἀπατεῶνες, κόλακες, οἳ καθάπερ ἡ ἀλώπηξ τοὺς θηρευτικοὺς κύνας ἀπατᾷ, τοὺς ἁπλουστέρους φενακίζουσι τῇ κέρκῳ τῶν λόγων. φασὶ 〈δὲ〉 τοὺς Κέρκωπας γενέσθαι (E. Gr. Fr. p. 70 Kink. = Hom. V p. 160 All.)·
‘ψεύστας, ἠπεροπῆας, ἀμήχανα τ’ †ἔργ‘ ἐάσαντας†
5ἐξαπατητῆρας· πολλὴν δ’ ἐπὶ γαῖαν ἰόντες ἀνθρώπους ἀπάτασκον, ἀλώμενοι ἤματα πάντα‘.

kappa

27

κερκώπη· ἐλάχιστον τεττίγιον τὸ καὶ καλαμαῖον.189

kappa

28

Κέσκος ἦν πόλις ἐν Κιλικίᾳ καὶ παρ’ αὐτὴν ποταμὸς Νοῦς ὄνομα. διόπερ οἱ κωμικοὶ παίζοντες τοὺς νοῦν οὐκ ἔχοντας Κέσκον φασὶν οἰκεῖν (IV 656 M. = fr. ad. 807 K.).

kappa

29

κεστρεῖς νήστεις ἐκάλουν καὶ κεχηνότας καὶ πεινῶντας· λαίμαργοι γὰρ οὗτοι οἱ ἰχθύες. καὶ ἡ παροιμία ‘κεστρεὺς νηστεύει‘ εἴρηται ἐπὶ τῶν δικαιοπραγούντων μέν, ἧττον δὲ φερομένων διὰ τοῦτο αὐτό. μετενήνεκται δὲ ἀπὸ τοῦ ἰχθύος· οὗτος γὰρ πάντων τῶν 〈ἄλλων〉 ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται 〈τῆς σαρκοφαγίασ〉. νέμεται δὲ ἰλύν, ὡς Ἀριστοτέλης ἐν τοῖς
5Περὶ ζῴων (591 a 22), καὶ δῆλον ὅτι ταλαιπωρεῖ καταδυόμενος εἰς τὴν ἰλὺν καὶ ἧττόν τι φέρεται.

kappa

30

κηρύλοι· οἱ ἄρσενες τῶν ἁλκυόνων, οἳ γηράσαντες ὑπὸ τῶν θηλειῶν βαστά‐ ζονται.

kappa

31

Κιλίκων· ἐπώνυμον Ἀχαιοῦ τοῦ Μέροπος ἀπὸ τροφοῦ Κιλίσσης, ὃς τὴν πατρίδα Μίλητον προὔδωκε τοῖς Πριηνεῦσι καὶ τοῖς βασιλέως στρατηγοῖς, ἢ παρόσον Κίλικες διεβέβληντο ἐπὶ πονηρίᾳ καὶ ὠμότητι, διὰ τοῦτο ἐκλήθη Κιλίκων. Φερεκράτης (II 351 M. = fr. 166 K.)·
‘ἀεί ποθ’ ἡμῖν ἐγκιλικίζους’ οἱ θεοί‘.

kappa

32

κιχλισμός· ὁ λεπτὸς καὶ ἀκόλαστος γέλως.

kappa

33

Κλαρῶται· μέτοικοι, ὡς Μαριανδυνοὶ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ καὶ Εἵλωτες ἐν Λακεδαίμονι καὶ ἐν Θετταλίᾳ Πενέσται καὶ Καλλικύριοι ἐν Συρακούσαις.

kappa

34

κλεισίαι· αὔλειοι πυλῶνες, πλατεῖαι θύραι, δι’ ὧν καὶ ζεύγη εἰσέρχονται.

kappa

35

κλείσιον· θυρών, ἐν ᾧ καὶ ζεύγη ἵσταται.

kappa

36

κοινὰ τὰ τῶν φίλων· Τίμαιός φησιν ἐν τῷ θʹ (FHG I 211, fr. 77) ταύτην λεχθῆναι κατὰ τὴν μεγάλην Ἑλλάδα, καθ’ οὓς χρόνους Πυθαγόρας ἀνέπειθε τοὺς ταύτην κατοι‐ κοῦντας ἀδιανέμητα κεκτῆσθαι. κέχρηται τῇ παροιμίᾳ Μένανδρος Ἀδελφοῖς (fr. 10 Kö.).

kappa

37

κολόκυμα (Ar. equ. 692)· τὸ κωφὸν κῦμα καὶ μὴ ἐπικαχλάζον.

kappa

38

κόνδυλος· κόλαφος, ὅθεν 〈κονδυλίζω Ἀττικοὶ〉 τὸ κολαφίζω. ὁ δὲ Κόλαφος παρ’ Ἐπιχάρμῳ ἐν Ἀγρωστίνῳ (fr. 1 Kaib.) καὶ παιδοτρίβου ὄνομα.

kappa

39*

κόντιλος· εἶδος ὀρνέου. Εὔπολις (II 562 M. = fr. 334 K.)· ‘αὐτοῦ δ’ ὄπισθεν κατέλαβεν τὸν κόντιλον‘.

kappa

40

κουροτρόφος γῆ· ταύτῃ δὲ θῦσαί φασι πρῶτον Ἐριχθόνιον ἐν ἀκροπόλει καὶ βωμὸν ἱδρύσασθαι χάριν ἀποδιδόντα τῇ γῇ τῶν τροφείων. καταστῆσαι δὲ νόμιμον τοὺς θύοντάς
τινι θεῷ ταύτῃ προθύειν.190

kappa

41

κρατευταί (Ι 214)· ὀβελοὶ ἢ λίθοι ἢ σιδήριά τινα, ἐφ’ ὧν οἱ ὀβελίσκοι ἐπιτίθενται.

kappa

42

κρεάγρα· ** καλεῖται δὲ καὶ ἁρπάγη καὶ λύκος.

kappa

43

κρεῖον (Ι 206)· 〈κρεοδόχον〉 κανοῦν ἢ ἄλλο τι, ἐφ’ οὗ τὰ κρέα κόπτεται.

kappa

44

κριὸς τροφεῖα ἀπέτ〈ε〉ισεν (Men. fr. 804 Kö.)· παροιμία ἐπὶ τῶν ἀχαρίστων· ἐπεὶ τὰς φάτνας οὗτοι πλήττουσιν.

kappa

45*

κριοῦ διακονία· παρὰ τὴν παροιμίαν ‘κριὸς τὰ τροφεῖα 〈ἀπέτεισεν〉‘. κυρίττει γὰρ τοὺς τρέφοντας.

kappa

46

κρόκη· ῥοδάνη.

kappa

47

κροτῶνος ὑγιέστερος (cf. Ael. D. υ 2)· τοῦτο δεῖ ἐπὶ τοῦ ζῴου δέχεσθαι. τὸ γὰρ εἶναι πάντοθεν ὅμοιον καὶ μηδεμίαν ἔχειν διακοπήν, ἀλλ’ εἶναι λίαν ὁμαλόν. διὰ τοῦτο ἀπ’ αὐτοῦ λέγουσιν· ‘ὑγιέστερος κροτῶνοσ‘.

kappa

48

κρουπέζαι· Βοιώτια ὑποδήματα ξύλινα, ἐν οἷς τὰς ἐλαίας πατοῦσιν. οἱ δὲ κρότα‐ λον, ᾧ ἐπιψοφοῦσιν οἱ αὐληταί [τὸ βάταλον].

kappa

49

Κρωβύλου ζεῦγος· ἐπὶ πονηρῶν, ἀπὸ πορνοβοσκοῦ δύο πόρνας ἔχοντος.

kappa

50

κρωσσός· κεράμιον, κρατὴρ ὕδατος, ὑδρία.

kappa

51

κτίλος· ὁ προηγούμενος τῶν προβάτων κριός.

kappa

52

κυβησίνδα· ἐπὶ κεφαλῆς φέρειν ἢ κατὰ νώτου.

kappa

53*

Κυκλώπειος δωρεά (cf. ι 369)· ἡ ὄψιμος καὶ ὀλεθρία.

kappa

54

Κύλλου Πήραν· ἡ Πήρα χωρίον πρὸς τῷ Ὑμηττῷ, ἐν ᾧ ἱερὸν Ἀφροδίτης καὶ κρήνη, ἐξ ἧς αἱ πιοῦσαι εὐτοκοῦσι καὶ ἄγονοι γόνιμοι γίνονται. Κρατῖνος δὲ ἐν Μαλθακοῖς (II 79 M. = fr. 102 K.) †καλλιαν† αὐτήν φησιν, οἱ δὲ †κυλλουπηραν†. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως.

kappa

55

κυμβίον· εἶδος [τι] ποτηρίου.

kappa

56

Κυνάδρα· κρήνη ἐν Ἄργει, ἐξ ἧς ἔπινον οἱ ἐλευθερούμενοι τῶν οἰκετῶν, ὅθεν τὸ ‘ἐν Κυνάδρᾳ ἐλευθέριον ὕδωρ‘ παροιμιακῶς ἐπὶ τῆς κατ’ ἐλευθερίαν ζωῆς. ἐκλήθη δὲ οὕτως ἡ κρήνη διὰ τὸ τὸν Κέρβερον κύνα ταύτῃ διαδρᾶναι καὶ ἐλευθερωθῆναι.

kappa

57

κυνοῦχος· θυλάκιον, μαρσίππιον.

kappa

58

κύρβεις· τρίγωνοι πίνακες, ἐν οἷς οἱ περὶ τῶν ἱερῶν νόμοι ἐγγεγραμμένοι ἦσαν
καὶ οἱ πολιτικοί, ἄξονες δὲ τετράγωνοι, ἐν οἷς οἱ περὶ τῶν ἰδιωτικῶν. τινὲς δὲ ἀδιάφορα ταῦτά φασιν.191

kappa

59

κωλακρέται (cf. Ar. B. p. 191, fr. 36 N.)· ταμίαι τοῦ δικαστικοῦ μισθοῦ, οἳ καὶ τὰ εἰς θεοὺς ἀναλισκόμενα παρεῖχον.

kappa

60

Κωρυκαῖος 〈ἠκροάζετο· Κωρυκαῖον〉 θεόν τινα παρεισάγουσιν οἱ κωμικοὶ ἐπ‐ ακροώμενον ἀπὸ παροιμίας τινός. Κώρυκος γὰρ τῆς Παμφυλίας ἀκρωτήριον, παρ’ ᾧ πόλις Ἀττά‐ λεια· ἐνταῦθα οἱ ἀπὸ τῆς πόλεως, ἵνα μηδὲν αὐτοὶ κακῶς πάσχωσιν ἀπὸ τῶν ἐφορμούντων τὴν ἄκραν λῃστῶν, ὑπαλλαττόμενοι πρὸς τοὺς ἐν ἄλλοις λιμέσιν ὁρμοῦντας κατηκροῶντο καὶ τοῖς λῃσταῖς
5ἀπήγγελλον, καὶ τίνες εἰσὶ καὶ ποῖ πλέουσιν· ὅθεν καὶ ἡ παροιμία·
‘τοῦ δ’ ἆρ’ ὁ Κωρυκαῖος ἠκροάζετο‘, Μένανδρος Ἐγχειριδίῳ (fr. 137 Kö.). οἱ δὲ κωμικοὶ 〈τὸν〉 Κωρυκαῖον καὶ θεὸν εἰσάγουσιν· Διώξιππος Θησαυρῷ (IV 542 M. = fr. 2 K.)·
‘μὴ κατακούσειεν δέ μου
ὁ Κωρυκαῖος. —Β. ἀλλὰ μὴν κατακήκοεν
10
σοῦ κατακολουθῶν ἔνδοθεν‘. ὁ δὲ Ἔφορος ἐν γʹ (FG Hist 70, 27)· ‘ὑπ’ ἄκρᾳ, φησίν, ᾤκουν οἱ καλούμενοι Κωρυκαῖοι ἀνατεινούσῃ εἰς πέλαγος, σύμμ〈ε〉ικτοί τινες κατασκευασάμενοι πολισμάτιον, γείτονες Μυοννήσῳ. τοῖς οὖν ὁρμοῦσιν ἐμπόροις προσῄεσαν ὡς ἐωνούμενοι 〈ἢ〉 σύμπλοοι. εἶτα μαθόντες, τί τε κομίζουσι καὶ ποῖ πλέουσιν, τοῖς Μυοννησίοις ἀπήγγελλον κἀκεῖνοι ἐπετίθεντο αὐτοῖς· ἐλάμβανον δὲ καὶ αὐτοὶ
15μέρη τινὰ τῶν λύτρων‘.

kappa

61

κωρυκίς· 〈θύλακος, πήρα〉. Ἀριστοφάνης 〈Ὁλκάσι〉 (II 1123 M. = fr. 415 K.)· ‘σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας ἐγείρει‘.

kappa

62*

κώρυκος· θυλάκιον.

lambda

1

λαγὼς καθεύδων· παροιμία ἐπὶ τῶν προσποιουμένων καθεύδειν.

lambda

2

λαγὼς περὶ τῶν κρεῶν· παροιμία. δειλὸν γὰρ τὸ ζῷον [ὁ λαγώς]. ὅθεν καὶ ὁ Ῥηγῖνος λαγὼς ἐλέχθη· καὶ γὰρ τοὺς Ῥηγίνους ἐπὶ δειλίᾳ ἐκωμῴδουν. παροιμία δέ τίς ἐστιν ‘λαγὼς τὴν περὶ τῶν κρεῶν τρέχει‘ ἐπὶ τῶν διακινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτε‐ ρῶς ἀγωνιζομένων ταττομένη.

lambda

3*

λάρος ἐν νεμέσει· παροιμία ἐπὶ τῶν ταχὺ ἀποδιδόντων.

lambda

4

λαῦραι· ῥῦμαι, κῶμαι, στενωποί, ὑπόνομοι.

lambda

5

Λείβηθρα (TGF. p. 9s. N2)· ὄρος Μακεδονίας, οὗ 〈τὸ〉 ἐθνικὸν οἱ Λειβήθριοι, οἷς ἐνδιατρῖψαί ποτε ὁ Ὀρφεὺς λέγεται.

lambda

6

λείβηθρον· ὀχετὸς ὑδραγωγός.192

lambda

7

λέμβος καὶ ἐφόλκιον (cf. com. fr. ad. 1071 K.)· σκάφος ἢ πλοῖον.

lambda

8*

λέμφοι· τὰ θνησείδια τῶν θρεμμάτων †καὶ ξηρὰ† ὑπὸ νόσου.

lambda

9

λέοντα ξυρᾷς· παροιμία ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων.

lambda

10*

λεπτὴν πλέκειν· λεγόμενόν τι ἐπὶ τῶν πενήτων, οἷον ἀκριβῆ, στενήν, ἀσθενῆ.

lambda

11*

Λέρνη θεατῶν· ἀντὶ τοῦ 〈Λέρνη〉 κακῶν 〈τὸ〉 θέατρον Κρατῖνος (II 201 M. = fr. 347 K.). οἱ μὲν διὰ τὴν ὕδραν, οἱ δὲ διὰ τοὺς Ἀργείους τὰ καθάρματα ἐκεῖ ἀποφέρειν. ὁ γὰρ Δαναὸς ἐν τῇ Λέρνῃ τὰς κεφαλὰς τῶν Αἰγυπτιαδῶν ἀπέθετο καὶ ὡς εἰκὸς ἐφ’ ὕβρει ἐκέλευσε τὰ δυσοιώνιστα ἐκεῖ ῥίπτειν.

lambda

12

Λεσβίων ἄξια· παροιμία ἐπὶ τῶν ἀπράκτων.

lambda

13

λευκὴν μᾶζαν φυρῶ σοι· παροιμία ἐπὶ τῶν μεγάλα ὑπισχνουμένων.

lambda

14

λευκὴ στάθμη· ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων ἢ ἐπὶ τῶν μηδὲν συνιέν‐ των. ἡ γὰρ ἐν τοῖς λευκοῖς λίθοις στάθμη λευκὴ οὐδὲν δύναται δεικνύναι διὰ τὸ μὴ παραλλάττειν καθάπερ ἡ διὰ τῆς μίλτου γινομένη. Σοφοκλῆς Κηδαλίωνι (fr. 307 N.2 = 330 P.)·
‘τοῖς μὲν λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρομαι,
5
οὐ μᾶλλον ἢ λευκῷ 〈’ν〉 λίθῳ λευκῇ στάθμῃ‘. ἔστι δὲ στάθμη σπάρτος τεκτονική.

lambda

15

λευκοί· οἱ δειλοί, καὶ λευκόπυγοι οἱ αὐτοί.

lambda

16

Λήμνιον κακὸν βλέπων· πυρῶδες. καὶ παροιμία ‘Λήμνιον κακόν‘. ἐκ γὰρ Ἀθηνῶν ἁρπάσαντες γυναῖκας οἱ Λήμνιοι καὶ τεκνοποιησάμενοι ἐξ αὐτῶν κατέσφαξαν αὐτὰς μετὰ τῶν τέκνων. ἐπὶ δὲ Θόαντος αἱ γυναῖκες τοὺς ἄνδρας ἀνεῖλον ἅμα ταῖς τῶν Θρᾳκῶν γυναιξίν, ὅτι αὐταῖς οὐ προσεῖχον ἐπὶ τῇ δυσωδίᾳ, ἣν Μυρσίλος μὲν (FHG IV 458, fr. 7) διὰ τὸν Μηδείας
5ἐπὶ τῇ Ὑψιπύλῃ ζῆλον κατασχεῖν 〈φησι〉 τὰς Λημνίας, Καύκαλος δὲ (FG Hist. 38, 2) διὰ τὸ ὀλιγωρῆσαι 〈αὐτὰσ〉 τῆς Ἀφροδίτης. ἔνθεν τὰ μεγάλα κακὰ ‘Λήμνια‘ λέγεται (cf. Hdt. VI 138, 4; Aesch. Cho. 631).

lambda

17

λίγδος· χωνεία, ἀλοιφή. καὶ λίγδοι· χωνευτήρια, χοάναι, ἡ τῶν νομισμάτων δια‐ τύπωσις.

lambda

18

λιμῷ Μηλίῳ· παροιμία, ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες λιμῷ, ὡς Θουκυδίδης ἐν τῇ πέμπτῃ (116).

lambda

19

λίνον λίνῳ συνάπτεις· ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν δρώντων. Στράττις Ποταμίοις (II 777 M. = fr. 38 K.) [καὶ Ἀριστείδης ὁ ῥήτωρ (or. 46 p. 192 Ddf.)] καὶ Πλάτων
(Euthyd. 298c).193

lambda

20

λίσπαι· οἱ μέσοι διαπεπρισμένοι ἀστράγαλοι καὶ ἐκτετριμμένοι (Plat. syinp. 193a). καὶ ‘λίσπη γλῶσσα‘ (Ar. ran. 826s.) ἡ ἐπιτετριμμένη. λέγονται δὲ καὶ οἱ Ἀθηναῖοι ἐπιθετικῶς λίσπαι διὰ τὸ ναυτικοὺς ὄντας ἕνεκα τῆς ἐν τῷ κωπηλατεῖν συνεχοῦς ἐφέδρας ἀπογλούτους εἶναι. †ἐν ᾧ† διὰ τὸ Θησέα μετὰ Πειρίθου καταβάντα εἰς Ἅιδου καὶ πρός τινα πέτραν ὑπὸ Περσεφόνης
5ἐπικαθισθέντα σὺν τῷ Πειρίθῳ 〈ταύτῃ προσφυῆναι〉, Ἡρακλέους 〈δὲ〉 ἐπὶ τὸν Κέρβερον κατελ‐ θόντος παρὰ τῆς θεοῦ τε αὐτὸν ἐξαιτησαμένου καὶ τῆς πέτρας ἀποσπῶντος ἐγκαταλειφθῆναι τὸ προσηνωμένον αὐτῇ τῶν γλουτῶν μέρος. διόπερ εἰς τιμὴν ἐκείνου καὶ τοὺς λοιποὺς Ἀθηναίους οὕτως ἐπονομάζεσθαι.

lambda

21*

λίτρα· ἦν μὲν καὶ νόμισμά τι, ὡς Δίφιλος (IV 409 M. = fr. 71 K.). ἐπὶ δὲ τοῦ σταθμοῦ Ἐπίχαρμός τε (fr. 40 Kaib.) καὶ Σώφρων (fr. 148 Kaib.) ἐχρήσαντο. Σοφοκλῆς δὲ (fr. 962 N.2 = 1065 P.) λιτροσκόπον φησὶ τὸν ἀργυραμοιβόν, ἀπὸ τοῦ νομίσματος.

lambda

22

Λοκρῶν σύνθημα· παροιμία ἐπὶ τῶν παρακρουομένων. λέγονται γὰρ Λοκροὶ Πελοποννησίοις συνθέμενοί ποτε εἶτα Ἡρακλείδαις βοηθῆσαι.

lambda

23

λοφεῖον· θήκη λόφου περικεφαλαίας.

lambda

24

Λυδὸς ἐν μεσημβρίᾳ παίζει (cf. com. fr. ad. 720 K.)· ἐπὶ τῶν ἀκολάστων ὡς ταύταις ταῖς ὥραις ἀκολασταινόντων.

lambda

25*

λύκος ἀετὸν φεύγει· παροιμία ἐπὶ τῶν ἀφύκτων.

lambda

26

λύκος ἔχανεν· παροιμία. λέγουσι [δὲ] τὸν λύκον, ἐπειδὰν ἁρπάσαι τι βούληται, κεχηνότα παραγίνεσθαι ἐπ’ αὐτό. ὅταν οὖν μὴ λάβῃ, ὃ προαιρεῖται, κατὰ κενοῦ αὐτὸν χανεῖν φασιν. ἐπὶ τῶν συνελπιζόντων χρηματιεῖσθαι, διαμαρτανόντων δὲ λέγουσιν. Ἀριστοφάνης Θεσμοφορια‐ ζούσαις βʹ (II 1087 M. = fr. 337 K.).

lambda

27

Λύκου δεκάς· παροιμιῶδες, ἐπεὶ Λύκος ὁ ἥρως ἵδρυτο παρὰ τοῖς δικαστηρίοις, ἔνθα προσήδρευον οἱ συκοφάνται. ἀφώριστο δὲ αὐτῷ τριώβολον τῆς ἡμέρας.

lambda

28

Λύσιοι τελεταί· αἱ Διονύσου. Βοιωτοὶ γὰρ ἁλόντες ὑπὸ Θρᾳκῶν καὶ φυγόντες εἰς Τροφωνίου, κατ’ ὄναρ ἐκείνου Διόνυσον ἔσεσθαι βοηθὸν φήσαντος, μεθύουσιν ἐπιθέμενοι τοῖς Θρᾳξὶν ἔλυσαν ἀλλήλους καὶ Διονύσου Λυσίου ἱερὸν ἱδρύσαντο, ὡς Ἡρακλείδης ὁ Ποντικός (fr. 101 Voss), ὡς Ἀριστοφάνης δὲ (p. 240, fr. 10 N., sed cf. Wentz., Ἐπικλ. VII 43) διὰ τὸ
5λυτρώσασθαι Θηβαίους παρὰ Ναξίων ἄμπελον.

lambda

29

λύχνον ἐν μεσημβρίᾳ ἅπτεις (com. fr. ad. 721 K.)· ἐπὶ τῶν ἐν καιρῷ ἀν‐ επιτηδείῳ τι ποιούντων.

lambda

30

λωτός· αὐλός τις.194

mu

1

μαγδαλιά· ζύμωμά τι, ἐν ᾧ ἀποματτόμενοι τὰ ἐκ τῶν βρωμάτων λιπαρὰ ῥύπη ἐρρίπτουν κυσίν. ὅθεν καὶ παροιμία ἐπὶ τῶν λίχνων καὶ παρασίτων τὸ ‘κύων ζῶν ἀπὸ μαγδαλιᾶσ‘.

mu

2*

μάγειρος· ὁ τὰς μάζας μερίζων.

mu

3

μαγίδες· μᾶζαι καὶ τὰ τῇ Ἑκάτῃ συντελούμενα δεῖπνα. οὕτως Ἀριστοφάνης (II 1215 M. = fr. 813 K.).

mu

4

μᾶλλον ὁ Φρύξ· ἡ παροιμία ἐνθένδε· οἱ ἑπτὰ σοφοὶ ἐρωτώμενοι ὑπὸ Κροίσου, τίς τῶν ὄντων εὐδαιμονέστατος, οἱ μὲν ἀπεκρίναντο τὰ ἄγρια ζῷα, ὑπὲρ γὰρ τῆς αὐτονομίας ἀποθνῄσκει· οἱ δὲ πελαργούς, δίχα γὰρ νόμου τῇ φύσει τὸ δίκαιον ἔχουσιν. Σόλων δὲ οὐδένα πρὸ τῆς τελευταίας ἡμέρας. παρεστὼς δὲ Αἴσωπος ὁ λογοποιὸς Φρὺξ τὸ γένος ‘τοσοῦτον‘, εἶπεν,
5‘ὑπερέχεις τῶν ἄλλων, ὅσον θάλασσα ποταμῶν‘. ἀκούσας δὲ Κροῖσος εἶπε· ‘μᾶλλον ὁ Φρύξ‘.

mu

5

μανδαλωτόν; εἶδος φιλήματος ὡς γίγγλυμον τὸν καὶ δρεπτὸν καὶ παιδάριον καὶ ἕτερα.

mu

6*

μάρσιππος· σάκκος, θυλάκιον, σακέλλιον.

mu

7

μασχάλην αἴρεις· ἀντὶ τοῦ κωθωνισθήσῃ. οἱ γὰρ μεθύοντες ᾖρον τὰς μασχάλας καταμωκώμενοι. καὶ οἱ μνηστῆρες χεῖρας ἀνίσχοντες γέλῳ ἔκθανον (cf. ς 99s.).

mu

8

μασχαλίσματα· Ἀριστοφάνης (p. 221 fr. 78 N.) παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ (v. 445) κεῖσθαι τὴν λέξιν ἔθος σημαίνουσαν. οἱ γὰρ φονεύσαντες ἐξ ἐπιβουλῆς τινα[ς] ὑπὲρ τοῦ τὴν μῆνιν ἐκκλίνειν ἀκρωτηριάσαντες μόρια τούτου καὶ ὁρμαθίσαντες ἐξεκρέμασαν τοῦ τραχήλου διὰ τῶν μασχαλῶν διείραντες καὶ μασχαλίσματα προσηγόρευσαν. σημαίνει δὲ ἡ λέξις καὶ τὰ τοῖς
5μηροῖς ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις.

mu

9

μέγαρον· κοινῶς ὑπερῷον, οἴκημα, ἰδικῶς 〈δὲ〉 μέγαρα· κατάγεια οἰκήματα ταῖν θεαῖν.

mu

10

μειρακιεύεσθαι· ὡς μειράκιον ἀθύρειν· μεῖραξ γὰρ τὸ μειράκιον.

mu

11

Μελαναιγίδα Διόνυσον ἱδρύσαντο ἐκ τοιαύτης αἰτίας. αἱ τοῦ Ἐλευθῆρος θυ‐ γατέρες θεασάμεναι φάσμα τοῦ Διονύσου ἔχον μέλαιναν αἰγίδα ἐμέμψαντο· ὁ δὲ ὀργισθεὶς ἐξέμηνεν αὐτάς. μετὰ ταῦτα ὁ Ἐλευθὴρ ἔλαβε χρησμὸν ἐπὶ παύσει τῆς μανίας τιμῆσαι Μελαναιγίδα Διόνυσον.

mu

12

μερίς, οὐ πνίξ· τῶν δυνατωτέρων ἁρπαζόντων τὰς τροφὰς τῶν ἀσθενεστέρων καὶ ἐπὶ τούτῳ ἐκείνων πνιγομένων, ὅτι αὑτοῖς βοηθεῖν οὐκ ἠδύναντο, ἐπενοήθη ὁ διαμερισμός. καὶ ἕκαστος ἑκάστῳ τὸ ἴσον λαμβάνων ἐπεφώνει ‘μερίς, οὐ πνίξ‘.

mu

13

μέσακμον· τὸ τῷ κανόνι ὑποδεδεμένον, ὃ καλεῖται καῖρος.195

mu

14

μετὰ Λέσβιον ᾠδόν· παροιμία λεγομένη ἐπὶ τῶν τὰ δεύτερα φερομένων. οὕτω Κρατῖνος (II 159 M. = fr. 243 K.). οἱ γὰρ Λακεδαιμόνιοι τοὺς Λεσβίους κιθαρῳδοὺς πρώτους προσεκαλοῦντο. ἀκαταστατούσης γάρ ποτε τῆς πόλεως αὐτῶν χρησμὸς ἐγένετο, τὸν Λέσβιον ᾠδὸν μεταπέμπεσθαι. οἱ δ’ ἐξ Ἀντίσσης Τέρπανδρον ἐφ’ αἵματι φεύγοντα μεταπεμψάμενοι ἤκουον αὐτοῦ
5ἐν τοῖς συσσιτίοις καὶ κατεστάλησαν. ἐκαλοῦντο δὲ καὶ ὕστερον εἰς τὴν ἐκείνου τιμὴν πρῶτον μὲν ἀπόγονοι αὐτοῦ, εἶτα εἴ τις ἄλλος παρείη Λέσβιος, εἶθ’ οὕτως οἱ λοιποὶ ‘μετὰ Λέσβιον ᾠδόν‘.

mu

15*

μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες· οὗτος ὁ στίχος εἰς παροιμίαν περιέστη ἔκ τινος χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Συβαρίταις. ὑβρισταὶ γὰρ ὄντες καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτωνιατῶν. τοῖς οὖν διαφυγοῦσιν αὐτῶν οὕτως ἐχρήσθη.

mu

16

μὴ παιδὶ μάχαιραν· ἐπὶ τῶν εἰκῆ ἐγχειριζόντων. καὶ Εὔπολις Δήμοις (II 467 M. = fr. 121 K.)· ‘μὴ παιδὶ τὰ κοινά‘.

mu

17

μὴ σύγε〉 μελαμπύγου τύχοις· ** †μελαμπυγοι ἐγένοντο πέρπεροι λίμνης υἱοί†. ἀκολοσταινόντων 〈δὲ〉 αὐτῶν πολλὰ ἡ μήτηρ ἔλεγε φυλάσσεσθαι, μήποτε ἐμπέσωσιν εἰς μελάμπυγον. ἐμπεσόντες οὖν εἰς Ἡρακλέα ἐπ’ ἀναφόρῳ 〈κατωκάρα〉 ἐδέθησαν. εἶτα ὁρῶν αὐτοὺς γελῶντας καὶ κατακύπτοντας ἐπυνθάνετο τὴν αἰτίαν. οἱ δὲ ἔλεγον, ὅτι λόγιον ἦν τὸ τῆς μητρός,
5ἐμπεσεῖσθαι ἡμᾶς εἰς μελάμπυγον. καὶ γελάσαντα 〈λέγεται〉 τὸν Ἡρακλέα ἀφεῖναι αὐτοὺς τῶν δεσμῶν.

mu

18

μία χελιδών· παροιμιῶδες τοῦτο, ὅτι μία χελιδὼν ἔαρ οὐ ποιεῖ. βούλεται δὲ εἰπεῖν, ὅτι μία ἡμέρα οὐκ ἐᾷ τὸν σοφὸν εἰς τελείωσιν ἐμβαλεῖν οὐδὲ δυσημερία μία [τὸν σοφὸν] εἰς ἀμαθίαν. μέμνηται δὲ αὐτῆς Ἀριστοτέλης ὁ φιλόσοφος ἐν Ἠθικοῖς (1098 α 18).

mu

19

μικρὸν τοῦ ὀβολοῦ· τίμιον. λέγεται δὲ ἐπὶ τῶν πονηρῶν. Εὔπολις Μαρικᾷ (II 506 M. = fr. 185 K.)·
‘τῶν γὰρ πονηρῶν μικρόν ἐστι τοὐβολοῦ‘.

mu

20

μίλτος· δρόσος καταληφθεῖσα ὑπὸ καύσωνος, ὑφ’ ἧς διαφθείρεται πᾶς σπόριμος καρπός.

mu

21

μιλτωρυχία· τόπος, ἐν ᾧ μίλτος ὀρύσσεται. Ἀμειψίας (II 707 M. = fr. 15 K.).

mu

22*

μισήτη· τὴν καταφερῆ μισήτην ἔλεγον, οὐ παρὰ τὸ μῖσος, ἀλλὰ παρὰ τὸ μίσγεσθαι —τὸ γὰρ μῖσος ἄποθέν ἐστι τοῦ μίσγεσθαι· ὃ γὰρ μισεῖται μεμόνωται καὶ ἀμιγές ἐστιν—οἱονεὶ μισγήτην τινὰ οὖσαν, ὃ καὶ βέλτιον. καὶ τὸ ἐν παροιμίας δὲ μέρει λεγόμενον (fr. iamb. ad. 1 D2 = Arch. fr. 184 Bgk.)·
5
‘περὶ σφυρὸν παχεῖα μισήτη γυνή‘ κατὰ τοῦτο εἰρῆσθαι δοκεῖ. καὶ ὁ Κρατῖνός που τοῦτο ἔφη (II 202 M. = fr. 316 K.)·
‘μισῆται δὲ γυναῖκες ὀλίσβοισιν χρήσονται‘. τὸν δὲ ἁπλῶς μισητὸν [τὸν] ἀνίκανον λέγει (deest M.—K.—Dem.). μεταφορικῶς δὲ καὶ ἐπὶ τῆς ἀπλήστου κατὰ τὴν τροφὴν τίθεται ἡ λέξις.
196

mu

23

μονίπποις (Plat. lgg. 834c)· τοῖς ἐπὶ ἑνὸς ἵππου ἀγωνιζομένοις δρόμον.

mu

24

μυῖα χαλκῆ καὶ μυίνδα· παιδιᾶς εἶδος, ἣν οἱ παίζοντες ἀποτετακότες τὰς χεῖ‐ ρας ἐπιμύουσιν, ἕως ἂν ἐπιλάβωνταί τινος.

mu

25

Μυκώνιος γείτων· αὕτη τάττεται κατὰ τῶν διαβεβλημένων ἐπὶ γλισχρότητι καὶ σμικροπρεπείᾳ παρὰ τὴν σμικρότητα τῆς νήσου τῆς Μύκωνος καὶ εὐτέλειαν.

mu

26

Μύλ〈λ〉ος 〈πάντ’〉 ἀκούει (cf. Crat. II 70 M. = fr. 89 K.)· ἐπὶ τῶν ἀκουόν‐ των μέν, [μὴ] προσποιουμένων δὲ 〈μὴ〉 ἀκούειν.

mu

27*

μυσάχνη· ἡ πόρνη παρὰ Ἀρχιλόχῳ καὶ ἐργάτις καὶ παχεῖα (Arch. fr. 184 Bgk. cf. fr. iamb. ad. 1 D2). Ἱππῶναξ δὲ (fr. 110 Bgk.) βορβορόπιν καὶ ἀκάθαρτον ταύτην φησὶν ἀπὸ τοῦ βορβόρου καὶ ἀνασυρτόπολιν ἀπὸ τοῦ ἀνασύρεσθαι. Ἀνακρέων δὲ (fr. 156—159 Bgk.) πανδοσίαν καὶ λεωφόρον καὶ μανιόκηπον· κῆπος γὰρ τὸ μόριον· Εὔπολις (II 488 M. =
5fr. 161 K.) εἰλίποδας ἀπὸ τῆς εἰλήσεως τῶν ποδῶν τῆς κατὰ μ〈ε〉ῖξιν.

mu

28

μῦς λευκός (Crat. II 46 M. = fr. 53 K.; Phil. IV 45 M. = fr. 62 K.)· οἱ κατοικίδιοι μύες ἄγαν πρὸς τὴν ὀχείαν κεκίνηνται καὶ μάλιστα οἱ λευκοί. οὗτοι δέ εἰσιν θήλεις. ἐπὶ τῶν ἀκρατῶν περὶ τὰ ἀφροδίσια ἡ παροιμία εἴρηται

mu

29

μῦς πίσσης γεύεται (cf. Theocr. XIV 51)· ἐπὶ τῶν νεωστὶ ἀπαλλασσόντων μετὰ κόπου. καὶ ‘ὅσα μῦς ἐν πίσσῃ‘ ἀπὸ Μυὸς τοῦ Ταραντίνου πύκτου κακῶς Ὀλυμπίασιν ἀπαλλάξαντος.

mu

30

μυστιλᾶσθαι· κοιλαίνειν ψωμούς (cf. Ar. equ. 1168).

mu

31

Μυσῶν λεία· ἐπὶ τῶν καταφρονητῶν καὶ εὐκαταφρονήτων **

mu

32

μωρότερος 〈εἶ〉 Μορύχου· παροιμία. Πολέμων (fr. 73 Pr.) λέγεσθαι ταύ‐ την παρὰ Σικελιώταις οὕτως· ‘μωρότερος εἶ Μορύχου, ὃς τἀνδὸν ἀφεὶς ἔξω τᾶς οἰκίας κάθηται‘. Μόρυχος δὲ παρ’ αὐτοῖς ὁ Διόνυσος κατ’ ἐπίθετον διὰ τὸ μολύνεσθαι αὐτοῦ τὸ πρόσωπον ἐν τῇ τρύγῃ γλεύκει τε καὶ σύκοις. μορύξαι γὰρ τὸ μολῦναι. Ὅμηρος γοῦν τὸ μεμολυμμένος μεμορυχ‐
5μένος φησίν (ν 435). εὐήθειαν δὲ τούτου καταγνωσθῆναι, παρόσον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρῳ αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τῇ εἰσόδῳ. τάττεται δὲ ἐπὶ τῶν εὔηθές τι διαπραττομένων.

nu

1

νεοττός· ἡ τοῦ ᾠοῦ λέκιθος καὶ τὸ πυρρόν. Μένανδρος Ἀνδρίᾳ (fr. 37 Kö.)·
‘καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φίλταται,
〈δότε〉 τὸν νεοττόν‘. Κλέαρχος ἐν τῷ Περὶ θινῶν συγγράμματί φησιν (cf. fr. 76b We.)· ‘〈ὠχρόν〉, ὃ διαδίδοται ἀρχὴ
5ὑπὸ τὸν ὑμένα λευκὸν 〈ὄν〉· ἐν τούτῳ γὰρ τὸ σπέρμα καὶ οὐκ ἐν τῷ καλουμένῳ νεοττῷ· διεψεύσ‐ θησαν γὰρ οἱ πρῶτοι τοῦτο φήσαντες. καὶ ἔστι τὸ ὠχρὸν περίττωμα τοῦ σπέρματοσ‘. ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τῷ Περὶ χρησμῶν (St. V. Fr. 1202, cf. 1201). ὄναρ γάρ τινά φησι θεασάμενον ἐκ τῆς κλίνης αὐτοῦ κρέμασθαι ᾠὰ προσαναθέσθαι ὀνειροκρίτη. τὸν δὲ εἰπεῖν· ‘ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον‘. εὑρόντα δὲ σταμνίον, ἐν ᾧ ἀρ‐197
10γύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει. τὸν δὲ μάντιν εἰπεῖν· ‘τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως;‘ καὶ Δίφιλος κέχρηται τῇ λέξει (IV 427 M. = fr. 121 K.)·
‘ᾠῶν δ’ ἐν αὐτῇ διέπρεπεν νεόττια‘.

nu

2

νοῦς οὐκ ἔνι Κενταύροισι· παροιμία ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνοήτων ταττομένη.

nu

3

νυκτάλωψ· ὁ νύκτωρ ἀλαὸς τοὺς ὦπας. καὶ νυκταλωπ〈ι〉ῶν· ὁ νυστάζων.

nu

4

νύμφαι· σκώληκες οἱ ἐν τοῖς τῶν μελισσῶν κυττάροις, ὅταν ἤδη πτεροποιεῖν ἄρ‐ ξωνται. οἱ δ’ ἁπλῶς τοὺς πτερωτοὺς μύρμηκας, Σάμιοι. καὶ τὸ ἀνὰ μέσον τῶν γυναικείων αἰδοίων νύμφην καλοῦσι. καὶ τῶν ῥόδων αἱ κάλυκες αἱ μεμυκυῖαι νύμφαι· καὶ αἱ νεόγαμοι κόραι [νύμφαι]. καὶ αἱ Μοῦσαι δὲ ὑπὸ Λυδῶν νύμφαι 〈καλοῦνται〉. ὅτι δὲ πάντων τῶν καρπῶν αἱ ἐκφύσεις οὕτως,
5δῆλον. περὶ δὲ τῶν θεῶν Διονυσίῳ πᾶσα ἱστορία συνῆκται ἐν τριάκοντα καὶ τρισὶ βιβλίοις (FHG. II 11, sed cf. RE V 933; Herm. 33, 288.).

xi

1

ξάνιον· κτένιον.

xi

2*

ξηραλοιφία καὶ ξηραλοιφεῖν· τὸ ἄνευ λουτροῦ ἀλείφεσθαι.

xi

3

ξιφίζειν· τὸ χειροτονεῖν παραπλήσιον ξίφει τὸ τῆς χειρὸς σχῆμα ποιοῦντα.

xi

4

ξιφισμός· σχῆμα τῆς ἐμμελείας καλουμένης ὀρχήσεως.

omicron

1

ὀβελίας ἄρτος· ὁ ἐπὶ ὀβελῶν ὀπτώμενος. λέγονται δὲ καὶ ὀβελιαφόροι οἱ ἐν τοῖς Διονυσίοις τοὺς ὀβελίας ἄρτους φέροντες, ἐτάσσετο δὲ ἡ λέξις ἐπὶ τῶν ἐργατῶν καὶ ἀγροίκων.

omicron

2

ὄγκαιον· ἀγγεῖον πλεκτὸν οἷον σπυρίς, ἐν ᾧ αἱ ἀκίδες τῶν βελῶν, αἳ καὶ ὄγκοι.

omicron

3*

ὀγκίαν· τὸν σταθμόν. Σώφρων (fr. 151 Kaib.) καὶ Ἐπίχαρμος (fr. 203 Kaib.).

omicron

4

ὄγκοι· γωνίαι.

omicron

5*

ὀδοντισμός· εἶδος αὐλήσεως.198

omicron

6

οἴαξ· πηδάλιον, αὐχήν. Διογενιανὸς δὲ (cf. He. ο 175) οἴακας λέγει, οἷς τὰ πηδάλια ἐπιστρέφουσιν, ἤγουν κανόνας καὶ κρίκους, δι’ ὧν ἱμάντες διείρονται.

omicron

7

οἴκοι γενοίμην· ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων.

omicron

8

οἰκότριβες· οἱ ἐκ δούλων δοῦλοι, οἳ καὶ οἰκογενεῖς λέγονται. ἐνομίζοντο δὲ τὸ παλαιὸν ἀτιμότεροι τῶν ὠνητῶν, ὅτι οἱ μὲν ἐκ δούλων, οἱ δὲ ἐξ ἐλευθέρων ἐγένοντο καὶ οἱ μὲν ἀεὶ δοῦλοι, οἱ δὲ ὕστερον.

omicron

9

Οἰναῖοι τὴν χαράδραν· ἐπὶ τῶν ἐπ’ ὠφελείᾳ παρακαλουμένων, βλαπτόντων δέ. τῶν γὰρ Οἰναίων παροχετευόντων τὴν χαράδραν ἐπιρραγὲν ὕδωρ πολὺ κατέκλυσε πάντα.

omicron

10

οἶνος ἄνευ παίδων· δύο παροιμίαι, ἡ μὲν ‘οἶνος καὶ ἀλήθεια‘ (Alc. fr. 66 D.2; Theocr. XXIX 1), ἡ δὲ ‘οἶνος καὶ παῖδες ἀληθεῖσ‘. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἁπλοϊζομένων καὶ τὴν ἀλήθειαν λεγόντων.

omicron

11

οἰσύα· ἀκανθώδης βοτάνη, ἐξ ἧς πλέκονται σχοινία.

omicron

12

κάνης τῆς κοίτης ὑπερέχει (cf. Cratet. II 236 M. = fr. 12 K.)· ἐπὶ τῶν τὰ μὴ ἀναγκαῖα μείζω καὶ πλείω τῶν ἀναγκαίων κεκτημένων.

omicron

13

Ὄ〈κ〉νου π〈λ〉οκαί· ἐπὶ τῶν ἀνηνύτων καὶ τῶν μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν. Ἀρίσταρχος γὰρ Κρατῖνον (II 203 M. = fr. 348 K.) ὑποθέσθαι φησὶν 〈Ὄκνον〉 τινὰ ἐν Ἅιδου σχοινίον πλέκοντα, ὄνον δὲ τὸ πλεκόμενον ἀπεσθίοντα [οἷον ἀποκείροντα].

omicron

14

Κρὴς τὴν θάλασσαν (cf. Alcm. fr. 115 Bgk.; Alc. fr. 223 Lob.)· ἰδὼν γὰρ αὐτὴν γαληνίζουσαν ἔφη· ‘εἰ μὴ ᾔδειν σε‘.

omicron

15

ὀκτώπουν· σκορπίον. Κρατῖνος Θρᾴτταις (II 65 M. = fr. 77 K.)·
‘ὀκτώπουν ἀνεγείρεις·‘ παροιμία γάρ· ‘σκορπίον [ὀκτώπουν] ἀνεγείρεισ‘. ἐν δὲ ταῖς Αἰσχύλου Ξαντρίαις (fr. 169 N.2) ἡ Λύσσα ἐπιθειάζουσα ταῖς Βάκχαις φησίν· ‘ἐκ ποδῶν δ’ ἄνω
5ὑπέρχεται σπαραγμὸς εἰς ἄκρον κάρα, κέντημα γλώσσης, σκορπίου βέλος λέγω‘.

omicron

16*

ὄμπνιος λειμών· ὁ σῖτος καὶ οἱ Δημητριακοὶ καρποί· ἐπεὶ Ὀμπνία ἡ Δημήτηρ λέγεται.

omicron

17

ὄνος ἄγων μυστήρια (cf. Ar. ran. 159)· ἐπὶ τῶν ἑτέροις κακοπαθούντων καὶ παρεχόντων εὐφροσύνην διὰ τὸ τῷ καιρῷ τῶν μεγάλων μυστηρίων ἐξ ἄστεος Ἐλευσῖνάδε τοὺς ὄνους κομίζειν αὐτοῖς τὰ ἐπιτήδεια. τότε γὰρ θλίβονται μᾶλλον τὰ πρὸς τὴν χρείαν ἀγόμενα βαστά‐
ζοντες. Δήμων (FHG. I 379 fr. 7) ἐπὶ τοῦ μύλου λέγεσθαί φησιν, ὅτι στεφανοῦσιν αὐτὸν τότε.199

omicron

18

ὄνος εἰς ἄχυρα (cf. Phil. IV 61 M. = fr. 188 K.)· παροιμία ἐπὶ τῶν παρ’ ἐλπίδας εἰς ἀγαθὰ ἐμπιπτόντων καὶ τούτοις ἀπολαυστικῶς χρωμένων.

omicron

19

ὄνος λύρας· Μένανδρος Ψοφοδεεῖ (fr. 460 Kö.). ἡ δ’ ὅλη παροιμία·
‘ὄνος λύρας ἤκουε καὶ σάλπιγγος ὗσ‘. λέγεται δὲ ἐπὶ τῶν μὴ συγκατατιθεμένων μηδὲ ἐπαινούντων.

omicron

20

ὄνος ὕεται· ἐπὶ τῶν μὴ ἐπιστρεφομένων. Κηφισόδωρος Ἀμαζόσιν (II 883 M. = fr. 1 K.)· ‘σκώπτεις μ‘, ἐγὼ δὲ τοῖς λόγοις ὄνος ὕομαι‘. Κρατῖνος Δραπέτισιν (II 48 M. = fr. 52 K.)·
‘οἱ δὲ πυππάζουσι περιτρέχοντες, ὁ δ’ ὄνος ὕεται‘.

omicron

21

ὄνου θάνατος· ἐπὶ τῶν ἀλλόκοτα διηγουμένων.

omicron

22*

ὃν οὐ θρέψει Κῶς, ἐκεῖνον οὐδὲ Αἴγυπτος· παροιμία **

omicron

23

ὄνου παρακύψεως· ὄνου παρακύψαντος ὄρνιθες πτοηθεῖσαι ἱστὸν ἀνέρρηξαν. ὁ δὲ δεσπότης τοῦ ἱστοῦ τῷ τοῦ ὄνου δεσπότῃ ἐνεκάλεσεν. ὅθεν ἡ παροιμία.

omicron

24

ὄνου σκιά καὶ περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδαλίωνι (fr. 308 N.2 = 331 P.)·
‘ὅς’ ἂν γένηται, ταῦτα πάντ’ ὄνου σκιά‘. Ἀριστοφάνης Δαιδάλῳ (II 1019 M. = fr. 192 K.)·
‘περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος νῦν ἐστι; περὶ ὄνου σκιᾶσ‘.
5Ἀριστοτέλης δὲ ἐν Διδασκαλίαις (fr. 625 R.) καὶ δράματός τινος φέρει ἐπιγραφὴν Ὄνου σκιάν. οἱ δὲ πρῶτον φθέγξασθαι τοῦτο Δημοσθένην ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρι‐ νομένου, ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκροωμένους. παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσέχειν ἤρξατο διηγεῖσθαι, ὡς Μέγαράδε ἀπιὼν μισθώσαιτο ὄνον, καύματος δὲ ἐν τῇ ὁδῷ γενομένου ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασθαι· οὐ παρεῖναι γὰρ οὔτε δένδρον οὔτ’ ἄλλο τοιοῦτον οὐδέν.
10τὸν δὲ ὀνηλάτην κωλύειν φάσκοντα ὄνον αὐτῷ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε δια‐ τριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τούτου γενέσθαι. ταῦτα δὲ εἰπών, ὡς εἶδε τοὺς Ἀθη‐ ναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ ποθοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοῖς, εἰ περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρακαλοῦσιν, ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυ‐ νεύοντος οὐκ ἐθέλουσιν ἀκούειν. δῆλον δὲ ὅτι λεγομένῳ τούτῳ ἐχρήσατο Δημοσθένης. διόπερ καὶ
15ἐν τοῖς Φιλιππικοῖς παρῳδῶν τὴν παροιμίαν φησὶ (or. V 25) διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς.

omicron

25*

ὀργεῶνες· οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες. ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα. Νόμων ιʹ (Plat. lgg. 910b)· ‘μὴ κεκτῆσθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά. τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια ...‘
Σέλευκος δὲ ἐν τῷ ὑπομνήματι τῶν Σόλωνος Ἀξόνων (fr. 35 M. Müller) ὀργεῶνάς φησι καλεῖσθαι200
5τοὺς συλλόγους ἔχοντας περί τινας ἥρωας ἢ θεούς. ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτω καλοῦσιν. ὁ γοῦν Ἀντίμαχος ἐν τῇ Λύδῃ (fr. 67 Wyss) φ〈ησίν〉·
‘ἔνθα Καβάρνους θῆκεν ἀγακλέας ὀργειῶνασ‘. καὶ ὁ Αἰσχύλος ἐν Μυσοῖς (fr. 144 N.2) τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων·
‘ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργεών·
10
εὐχαῖς δὲ σῴζοις δεσπότας παιωνίαισ‘. περὶ δὲ τῶν ὀργεώνων γέγραφε καὶ Φιλόχορος (FHG. I 399, fr. 94)· ‘τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννήτας καλοῦμεν‘.

omicron

26

ὀστράκου περιστροφή· παροιμία ἐπὶ τῶν ταχέως τι ποιούντων λεγομένη. εἴρη‐ ται δὲ ἀπὸ παιδιᾶς τοιαύτης· διελόντες ἑαυτοὺς οἱ παῖδες ὡς ἰσαρίθμους ἑκατέρους γενέσθαι οἱ μὲν πρὸς ἀνατολὴν ἵσταντο, οἱ δὲ πρὸς δυσμάς, ἄλλος δέ τις μεταξὺ ἑκατέρων καθήμενος ὄστρακον εἶχεν ἐκ μὲν τοῦ ἑνὸς μέρους κεχρισμένον λεύκῃ, ἐκ δὲ θατέρου μέλανι καὶ ἔρριπτε τοῦτο ὀρθόν.
5καὶ εἰ μὲν κατεφέρετο τὸ λευκὸν μέρος ἄνω, οἱ πρὸς ἀνατολὰς ἑστῶτες ἐδίωκον τοὺς πρὸς δυσμάς, εἰ δὲ τὸ μέλαν ἄνω, οἱ ἐκ δυσμῶν ἐδίωκον, ἕως καταλάβοιεν. καταλαβόντες δὲ ἐβαστάζοντο ὑπ’ αὐτῶν, ἕως ἐπανέλθωσιν ἐπὶ τὸν τόπον, ἀφ’ οὗ τὴν ἀρχὴν ἔφυγον.

omicron

27*

ὀσφὺν κατηγὼς ὥστε Μυσίας ὄνος· παροιμία ** ἐν Μυσίᾳ γὰρ σπανιώτα‐ τον εὑρεῖν ὄνον ὀρθὴν ἔχοντα τὴν ὀσφύν.

omicron

28

οὐ γὰρ ἄκανθαι· λεγόμενον ἐπὶ τῶν ὠφελίμων, ἀπὸ τῆς τοῦ βίου εἰς τὸ ἡμερώ‐ τερον μεταβολῆς.

omicron

29

οὐδ’ ἀπὸ γείσων ὗσεν· ἐπὶ τοῦ ἐλαχίστου.

omicron

30*

οὐδὲ Ἡρακλῆς πρὸς δύο (cf. Paus. π 32)· τοὺς Μολιονίδας ἔφυγε. Δίνων δὲ ἐν βʹ τῆς δευτέρας συντάξεως (FHG. II 90, fr. 4) Ἡρακλέα τὸν Ἰδαῖον Δάκτυλον καταδείξαντα Ὀλύμπια πρὸς δύο διαπυκτεύσαντα ἡττηθῆναι.

omicron

31

οὐδὲν ἱερόν (cf. Theocr. V 21 s.; Clearch. fr. 66a We.) Ἡρακλῆς εἶπεν Ἀδώνι‐ δος ἰδὼν ξόανον ὡς τῶν εὐεργετησάντων τοὺς ἀνθρώπους μόνων ὀφειλόντων τιμᾶσθαι. ἢ ὅτι οἱ καταφυγόντες εἰς αὐτὸ δοῦλοι ἄδειαν οὐκ εἶχον.

omicron

32

οὐδὲν πρὸς τὸν Διόνυσον· Ἐπιγένους τοῦ Σικυωνίου τραγῳδίαν εἰς τὸν Διόνυ‐ σον 〈οὐκ ἀνήκουσαν〉 ποιήσαντος ἐπεφώνησάν τινες τοῦτο. ὅθεν ἡ παροιμία. βέλτιον δὲ οὕτως· τὸ πρόσθεν εἰς τὸν Διόνυσον γράφοντες τούτοις ἠγωνίζοντο, ἅπερ καὶ Σατυρικὰ ἐλέγετο· ὕστερον δὲ μεταβάντες εἰς τὸ τραγῳδίας γράφειν κατὰ μικρὸν εἰς μύθους καὶ ἱστορίας ἐτράπησαν, μηκέτι
5τοῦ Διονύσου μνημονευόντες· ὅθεν τοῦτο καὶ ἐπεφώνησαν. καὶ Χαμαιλέων ἐν τῷ Περὶ Θέσπιδος τὰ παραπλήσια ἱστορεῖ (fr. 20 p. 30 Koepke). Θεαίτητος δὲ ἐν τῷ Περὶ παροιμίας (cf. CPG. praef. XI) Παρράσιόν φησι τὸν ζωγράφον ἀγωνιζόμενον παρὰ Κορινθίοις ποιῆσαι Διόνυσον κάλ‐ λιστον· τοὺς δὲ ὁρῶντας τά τε τῶν ἀνταγωνιστῶν ἔργα, ἃ κατὰ πολὺ ἐλείπετο, καὶ τὸν τοῦ Παρρα‐ σίου Διόνυσον ἐπιφωνεῖν· ‘Τί πρὸς τὸν Διόνυσον;‘ ἐπὶ τῶν μὴ τὰ προσήκοντα τοῖς ὑποκειμένοις201
10φλυαρούντων.

omicron

33

οὐδ’ ἐν σελίνοις· ἐπὶ τῶν μηδὲ τὴν ἀρχὴν ἐφθακότων, ἀπὸ τῶν εἰς τοὺς κήπους ἰόντων. ἐπὶ γὰρ τὰ ἄκρα, τοὺς λεγομένους περικήπους, σέλινα καὶ πήγανα κατεφύτευον. βούλεται οὖν λέγειν ἡ παροιμία· οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος, καθάπερ οὐδὲ οἱ εἰς τοὺς κήπους εἰσιόντες ἐν τοῖς σελίνοις εἰσίν.

omicron

34

οὐδὲ πυρφόρος· ὅταν πολλοὺς ἀποφῆναι βουλώμεθα τοὺς τελευτήσαντας, λέγομεν ὅτι οὐδὲ πυρφόρος ὑπελείφθη, οἷον οὐδὲ ὁ τὸ πῦρ οἴσων εἰς τὴν πόλιν, καθάπερ εἰ ἐλέγομεν ‘οὐδὲ σκηνοφύλαξ‘ ἤ τι τῶν παραπλησίων.

omicron

35

οὐδὲ τἀρχαῖον ποιεῖ (com. fr. ad. 723 K.)· ἐπὶ τῶν μὴ λυσιτελούντων. ὁ δ’ †οξυκριθεις† ἐπὶ τῶν ἐλαχίστων.

omicron

36*

οὐδ’ ἴκταρ βάλλει (Plat. rep. 575c)· παροιμία ἀντὶ τοῦ οὐδ’ ἐγγὺς τοῦ σκοποῦ γίνεται.

omicron

37

οὐκ ἐπαινεθείης οὐδὲ ἐν περιδείπνῳ· ἐπὶ τῶν μηδενὸς ἀξίων ἡ παροιμία. εἰώθεσαν γὰρ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν.

omicron

38*

οὐ μάλα †κυκκᾶς†. παροιμία ‘οὐδέν‘ σημαίνουσα.

omicron

39

οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθ’ ὁ πλοῦς (Ar. fr. 902 K.; fr. ad. 600 K)· διὰ τὸ τὰς ἑταίρας ὑπὲρ τῶν Ἑλλήνων εὔξασθαι, φασίν, ἐν τῷ μεγάλῳ πολέμῳ τῇ Ἀφρο‐ δίτῃ ἢ διὰ τὸ δυσείσβολον εἶναι τὸν πλοῦν, ἢ ἐπεὶ πολλαὶ ἦσαν ἑταῖραι καὶ τῶν πλουσίων μόνων ὁ πλοῦς.

omicron

40

οὐρανίαν· παιδιάν, ὅταν τὴν σφαῖραν εἰς τὸν οὐρανὸν ἀναβάλλωσιν.

omicron

41

οὐ τρέφει μία λόχμη δύο ἐριθάκους (cf. Ar. vesp. 927 s.)· ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων· ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον.

omicron

42

οὐ φροντὶς Ἱπποκλείδῃ· παροιμία, ἧς μέμνηται Ἕρμιππος ἐν Δημόταις (II 387 M. = fr. 17 K.). Ἱπποκλείδης ὁ Τ〈ε〉ισάνδρου μέλλων γαμεῖν Ἀγαρίστην τὴν Κλεισθένους τοῦ Σικυωνίου θυγατέρα τοῦ τυράννου ἐν αὐτῇ τῇ τῶν γάμων ἡμέρᾳ ἐπωρχήσατο περιττῶς. μεταβου‐ λευσαμένου δὲ τοῦ Κλεισθένους καὶ Μεγακλεῖ τῷ Ἀλκμαίωνος τὴν θυγατέρα δόντος, πρὸς δὲ τὸν
5Ἱπποκλείδην φανερῶς εἰπόντος, ὅτι ἀπώρχηται τὸν γάμον τὸν Ἀγαρίστης, ὑποτυχὼν ἔφη· ‘οὐ φρον‐ τὶς Ἱπποκλείδῃ‘.

omicron

43

ὀψ’ ἦλθες, ἀλλ’ ἐς τὸν Κολωνὸν ἵεσο (fr. com. ad. 35 Dem.)· παροιμία
λέγεται ἐπὶ τῶν μισθαρνούντων.202

pi

1

παιπάλημα· τὸν πανοῦργον καὶ ποικίλον ἐν κακίᾳ καὶ παμπόνηρον σὺν ἀγχινοίᾳ.

pi

2

παλάθη· ἡ τῶν σύκων ἢ[τοι] τῶν ἰσχάδων ἐπισύνθεσις.

pi

3

παλαμναῖος = Ael. π 4.

pi

4

Παναθήναια· ἡ τῶν Παναθηναίων ἑορτὴ καὶ ὁ ἀγών· ἐτέθη μὲν πρῶτον ὑπὸ Ἐριχθονίου τοῦ Ἡφαίστου καὶ τῆς Ἀθηνᾶς, ὕστερον δὲ ὑπὸ Θησέως συναγαγόντος τοὺς δήμους εἰς ἄστυ. ἄγεται δὲ ὁ ἀγὼν διὰ πέντε ἐτῶν. καὶ ἀγωνίζεται παῖς Ἰσθμικοῦ πρεσβύτερος καὶ ἀγένειος καὶ ἀνήρ. τῷ δὲ νικῶντι διδόασιν ἔλαιον ἐν ἀμφορεῦσι καὶ στεφανοῦσιν αὐτὸν ἐλαίᾳ πλεκτῇ.

pi

5

πάντα κάλων σείειν· παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων. παρῆκται δὲ ἀπὸ τῶν τὰ ἄρμενα χαλώντων.

pi

6

πάντα λίθον κινεῖν· Πολυκράτει τῷ Θηβαίῳ χρησμὸς ἐξέπεσε πριαμένῳ τόπον, ἔνθα Μαρδόνιος ἐσκήνωσεν, ὅτε Πέρσαι ἔφυγον, καὶ εὗρε χρυσόν. οἱ δὲ εἰρῆσθαί φασιν ἀπὸ τῶν τοὺς καρκίνους θηρευόντων.

pi

7

πάντα ὀκτώ· οἱ μὲν Στησίχορόν φασιν ἐν Κατάνῃ ταφῆναι πολυτελῶς πρὸς ταῖς ἀπ’ αὐτοῦ Στησιχορείοις λεγομέναις πύλαις [καὶ] τοῦ μνημείου ἔχοντος ὀκτὼ κίονας καὶ ὀκτὼ βαθμοὺς καὶ ὀκτὼ γωνίας. οἱ δὲ ὅτι Ἀλήτης κατὰ χρησμὸν τοὺς Κορινθίους συνοικίζων ὀκτὼ φυλὰς ἐποίησε τοὺς πολίτας καὶ ὀκτὼ μέρη τὴν πόλιν.

pi

8

παρὰ κωφὸν ἀποπέρδειν· παροιμία ἐπὶ ἀναισθήτων.

pi

9*

παραλοῦμαι· παροιμιακῶς. εἰώθε[ι]σαν γὰρ πρότερον ἐν τοῖς βαλανείοις οἱ πλού‐ σιοι παραλούειν τοὺς πένητας. Ἀριστοφάνης Ἀναγύρῳ (II 965 M. = fr. 55 K.)·
‘ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ 〈⏑〉 τοὺς σπόγγους ἐᾶν‘, συνεισιέναι τοῖς πλουσίοις ὥστε μηδὲ σπόγγους φέρειν, ἀλλὰ τοῖς ἐκείνων χρῆσθαι.

pi

10

παραμπυκίζεται· παραπλέκεται τὰς τρίχας.

pi

11

πάραντα· πλάγια, ἑτεροκλινῆ.

pi

12*

πάροχος· ὁ παροχούμενος ἐκ τρίτων τῷ νυμφίῳ καὶ τῇ νύμφῃ ἐπὶ τῆς ἁμάξης· 〈καὶ〉 παροχήσομαι· πάροχος ἔσομαι.

pi

13*

πάτος· ὁδός, καὶ ἐκ πάτου· ἐκ ποδῶν.

pi

14

πέλανοι· πέμματα ἐκ παιπάλης, τουτέστιν ἀλεύρου λεπτοτέρου, εἰς θυσίαν ἐπιτή‐
δεια, ὡς αὐτός φησιν (Plat. lgg. 782c)· ‘〈θύματα οὐκ ἦν τοῖς θεοῖσι ζῷα, πέλανοι δὲ καὶ〉 καρποὶ μέλιτι δεδευμένοι‘. Διονύσιος Θρᾷξ (cf. RE. V 1, 979)· ‘θεοῖς ἀπαρχαί τινεσ‘. λέγεται δὲ πέλανος καὶ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρὸς καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμμένον ὀπῶδες δάκρυον203
5οἷον λιβανωτὸς 〈καὶ〉 κόμμι, καὶ ὁ τῷ μάντει διδόμενος μισθὸς ὀβολός.

pi

15

πελάται· οἱ παρὰ τοῖς πλησίον ἐργαζόμενοι καὶ θῆτες· οἱ αὐτοὶ δὲ καὶ ἑκτήμοροι, ἐπεὶ τῷ ἕκτῳ μέρει τῶν καρπῶν εἰργάζοντο τὴν γῆν.

pi

16

Πενέσται· οἱ παρὰ Θετταλοῖς μὴ γόνῳ δοῦλοι. ἀπὸ τῶν ὑπὸ Αἵμονος ἐν Ἄρνῃ νικηθέντων Βοιωτῶν οὐ φυγόντων τὴν παρ’ αὐτῶν δουλείαν, ἀλλὰ μεινάντων μέχρι τῆς τρίτης γενεᾶς, φιληδούντων τῇ χώρᾳ. παρέδοσαν δὲ ἑαυτοὺς ἐφ’ ὅρκῳ ἐπὶ τῷ μήτε παθεῖν τι ἐργαζόμενοι μήτε ἐκβληθῆναι ἀπὸ τῆς χώρας. καὶ ἀπὸ τοῦ μεῖναι Μενέσται καλούμενοι ὕστερον Πενέσται μετω‐
5νομάσθησαν παραφθαρέντος τοῦ χαρακτῆρος.

pi

17*

περὶ ὄνου σκιᾶς· παροιμία ἐπὶ τῶν ἐνδιατριβόντων τοῖς μηδενὸς ἀξίοις.

pi

18*

πεσσοί· αἱ παιδιαὶ ἀπὸ τῶν πεσσῶν, οἵπερ εἰσὶν ἀστράγαλοι.

pi

19*

πηδάλια· αὐχένες.

pi

20

Πηλέως μάχαιρα· παροιμία, ἣν ἀναγράφει καὶ Ἀριστοφάνης οὕτως (p. 240, fr. 11 N.)· ‘μέγα φρονεῖ μᾶλλον ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ‘. ἐδόκει σωφροσύνης γέρας, ἡφαιστότευκτος, ἣν εἰλήφει μάχαιραν ὁ Πηλεύς. λαμβάνεται δὲ ἐπὶ τῶν σπανίων καὶ τιμιωτάτων κτημάτων. [διὰ γὰρ σωφροσύνης ὑπερβολὴν παρὰ θεῶν λαβεῖν φασι τὸν Πηλέα ξίφος Ἡφαίστου κατασκευάσαντος].

pi

21

πηνήκη· περικεφαλαία τριχωτὴ καὶ περιθετὴ κόμη· ἔνθεν καὶ πηνηκίζειν τὸ ἀπα‐ τᾶν. τῆς δὲ περιθετῆς κόμης τὸ μὲν ἔντριχον, τὸ δὲ προκόμιον, τὸ δὲ πηνήκην ἐκάλουν.

pi

22

πιππίζειν καὶ τιτίζειν· μίμησις ὀρνέων φωνῶν.

pi

23

πλέθρον· τὸ τοῦ σταδίου ἕκτον μέρος, ὅπερ ἐστὶ πηχῶν ἑξήκοντα ἓξ διμοίρου. ὅλον γὰρ τὸ στάδιόν ἐστι τετρακοσίων.

pi

24*

πλήξαντα καὶ πληγέντα τὸν Ἡρακλέα· ἐπεὶ μεταξὺ Πίσης καὶ Ἤλιδος δαι‐ δάλειον ἀνδριάντα ἀγνοήσας ὡς ἄνδρα ἔπληξε λίθῳ, ὁ δὲ ἀντικρούσας ὀπίσω ἔπληξεν αὐτόν.

pi

25

πλόχανον· πλέγμα, ᾧ ὁ σῖτος καθαίρεται.

pi

26

πόλεις παίζειν· τὰς νῦν χώρας καλουμένας ἐν ταῖς ἑξήκοντα ψήφοις.

pi

27

πόπανα· πλακούντια πλατέα καὶ λεπτὰ καὶ περιφερῆ.

pi

28

πρεσβύτερος Κόδρου· παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν ἀπὸ τοῦ βασιλεύσαντος
Ἀθήνησι Κόδρου.204

pi

29

Προμυλαία· θεὸς προμύλιος, ἣν ἀφιδρύοντο ἐν τοῖς μυλῶσιν ὡς Εὔνοστον.

pi

30

πρὸ ὁδοῦ· τὸ ἀναγκαιότερον καὶ ὡς εἰπεῖν προὔργου.

pi

31

προόδων· ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος.

pi

32

πρὸς δύο οὐδ’ [ὁ] Ἡρακλῆς· ταύτης 〈τῆς παροιμίασ〉 τὴν αἰτίαν ὁ Δοῦρις (FG Hist 76, 93) οὕτως ἀφηγεῖται· Ἡρακλέα φησὶ βωμὸν εἱσάμενον ἐπὶ τῷ Ἀλφειῷ πυγμῆς ἀγῶ‐ να θεῖναι καὶ νικήσαντα, τὴν ἑξῆς Ὀλυμπιάδα πάλιν ἀγωνιζόμενον, ὑπὸ Ἐλάτου καὶ Φεράνδρου πάλῃ ληφθῆναι· καὶ ἐξ ἐκείνου τὸ ‘πρὸς δύο οὐδ’ Ἡρακλῆσ‘ παροιμιασθῆναι. Ἐχεφυλ[λ]ίδας δὲ
5(FHG. IV 403, fr. 3) αὐτὸν ὑπὸ Κτεάτου καὶ Εὐρύτου τῶν Μολ〈ι〉ονιδῶν ἡττηθῆναι κατὰ τὴν ἐπ’ Αὐγέαν στρατείαν. διωχθέντα δὲ ἄχρι τῆς Βουπράσιδος καὶ περιβλεψάμενον, ὡς οὐδεὶς ἐξίκετο τῶν πολεμίων, ἀναψῦξαί τε καὶ ἐκ τοῦ παραρρέοντος ποταμοῦ πιόντα προσαγορεῦσαι τοῦτο ‘ἡδὺ ὕδωρ‘, ὃ νῦν δείκνυται ἰόντων ἐκ Δύμης εἰς Ἦλιν καλούμενον ὑπὸ τῶν ἐγχωρίων ‘Σαδὺ ὕδωρ‘. τὰ δὲ αὐτὰ καὶ Φερεκύδης (FG Hist 3, 79 a) καὶ Κώμαρχος (cf. Clearch. fr. 67 We.) καὶ Ἴστρος
10ἐν τοῖς Ἠλιακοῖς (FHG. I 424, fr. 46) ἱστοροῦσιν. καὶ διὰ τοῦτο θεωροὺς τοὺς Μολιονίδας ἰόντας εἰς Κόρινθον λοχήσαντα τὸν Ἡρακλέα περὶ Κλεωνὰς ἀποκτεῖναι· ὅθεν Ἠλ〈ε〉ίοις ἀπώμοτον εἶναι τὰ Ἴσθμια ἀγωνίζεσθαι, ὅτι θεωροὺς πεμφθέντας εἰς τὸν Ἰσθμὸν τοὺς Μολιονίδας ἑλὼν Ἡρακλῆς ὑπὸ Κορινθίων ἐδέχθη. Ἡρόδωρος δὲ (FG Hist 31, 23) καὶ Ἑλλάνικός (FG Hist 4, 103) φασιν ὡς, ὅτε τὴν ὕδραν Ἡρακλῆς ἀνῄρει, τὴν Ἥραν αὐτῷ καρκίνον ἐφορμῆσαι, πρὸς δύο δὲ οὐ δυνάμενον
15μάχεσθαι σύμμαχον ἐπικαλέσασθαι τὸν Ἰόλαον, καὶ ἐντεῦθεν ῥηθῆναι τὴν παροιμίαν.

pi

33

προτέλεια· ἡ πρὸ τῶν γάμων θυσία. Μένανδρος (fr. 903 Kö.).

pi

34

πρῴ‘ μονοσύλλαβον· τὸ πρωῒ ἢ 〈τὸ〉 πρὸ καιροῦ.

pi

35

πρωκτὸς λουτροῦ περιγίνεται (cf. Ar. vesp. 604)· παροιμία, ὅταν τις μὴ δύνηται ἀπονίψασθαι, ἀλλ’ ἡ κοιλία ἐπιφέρηται. ἐπὶ τῶν ἀνωφελῶν οὖν καὶ εἰκῆ πραττομένων ἐλέγετο.

pi

36

πρῶνες· ὀρῶν ἐξοχαί, βουνοί· ἀπὸ τοῦ προῶσθαι.

pi

37

πτέον· ** Σοφοκλῆς δὲ (fr. 980 N.2 = 1084 P.) πτύον.

pi

38*

πύανοι· κύαμοι, ἀφ’ ὧν Πυανόψια.

pi

39*

Πυανόψια· ἑορτὴ Ἀθήνησιν Ἀπόλλωνος. ὠνομάσθη δὲ καὶ 〈Πυανέψια〉 διὰ τὸ ἑψόμενον ἔτνος τῶν κυάμων. τὸ γὰρ ἔτνος καὶ τὴν ἀθάρην πυάν〈ι〉α καλοῦσιν· ἀφ’ οὗ καὶ μήν ἐστι
Πυανεψιὼν λεγόμενος· 〈οὗ τῇ ἑβδόμῃ ἄγεται ἡ ἑορτή〉.205

pi

40*

Πύθια καὶ Δήλια (cf. Men. fr. 134 Kö.)· φασὶ Πολυκράτη τὸν Σάμου τύραννον Πύθια καὶ Δήλια ποιήσαντα ἅμα ἐν Δήλῳ πέμψαι εἰς θεοῦ χρησόμενον, εἰ τὰ τῆς θυσίας ἄγει κατὰ τὸν ὡρισμένον χρόνον. τὴν δὲ Πυθίαν ἀνελεῖν· ‘ταῦτά σοι καὶ Πύθια καὶ Δήλια‘, βουλομένην δηλοῦν, ὅτι ἔσχατα. μετ’ ὀλίγον γὰρ χρόνον αὐτὸν ἀπολέσθαι συνέβη. Ἐπίκουρος δὲ ἔν τινι τῶν
5Πρὸς Ἰδομενέα ἐπιστολῶν ταῦτα (fr. 136 Us.).

pi

41

πυθοῦ χελιδόνος (cf. Ar. II 1181 M.; Chion. V 14 M. = Ar. fr. 601 s. K.)· παροιμία ἀπό τινος Χελιδόνος, θεολόγου ἀνδρὸς καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου, ὡς Μνασέας ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ (FHG. III 156, fr. 43). οἱ δὲ ὅτι θρηνητικὸν τὸ ζῷον, οἱ δὲ ὅτι τὸ ἔαρ προσημαίνει.

pi

42

Πυθώδ[ε]’ ὁδός· παροιμία ἐπὶ τῶν τὰ [τοι]αὐτὰ πρασσόντων, ὡς πρὸς 〈τῷ〉 ‘Διὸς Κόρινθοσ‘ (cf. Paus. δ 17 et υ 8).

pi

43*

πυόν (acc. masc.)· τὸ πυρίεφθον· τινὲς δὲ (cf. Ael. D. s. πυός) πᾶν γάλα νέον ἢ ὃ ἂν μετὰ γάλακτος ἑψηθῇ χθεσινοῦ.

pi

44

πύραυνος· ὁ τὸ πῦρ ἐναυόμενος.

pi

45

πῦρ ἐπὶ πυρί· παροιμία, ἧς μέμνηται καὶ Πλάτων (lgg. 666 a)· κακὸν ἐπὶ κακῷ.

pi

46*

πυρπαλάμης· ὁ ταχέως τι ἐπινοῶν καὶ παλαμώμενος ἴσα πυρί.

rho

1

Ῥαμνουσία Νέμεσις· αὕτη πρῶτον ἀφίδρυτο ἐν Ἀφροδίτης σχήματι· διὸ καὶ κλάδον εἶχε μηλέας. ἱδρύσατο δὲ αὐτὴν Ἐρεχθεὺς μητέρα ἑαυτοῦ οὖσαν, ὀνομαζομένην δὲ Νέμεσιν καὶ βασιλεύσασαν ἐν τῷ τόπῳ. τὸ δὲ ἄγαλμα Φειδίας ἐποίησεν, οὗ τὴν ἐπιγραφὴν ἐχαρίσατο Ἀγο‐ ρακρίτῳ τῷ Παρίῳ ἐρωμένῳ (cf. Ant. Car. p. 10 Wil.). ὃς καὶ Ὀλυμπίασι τῷ δακτύλῳ τοῦ Διὸς
5ἐπέγραψεν· ‘Παντάρκης καλόσ‘. ἦν δὲ οὗτος Ἀργεῖος, ἐρώμενος αὐτοῦ.

rho

2

ῥαχίαι· οἱ τραχεῖς καὶ παρήκοντες τόποι καὶ αἰγιαλῷ παρατείνοντες.

rho

3

ῥάχους· τὰς ἀκανθώδεις καὶ τραχείας ῥάβδους λέγουσιν.

rho

4

Ῥηγίνους· τοὺς δειλούς. Ξέναρχος γὰρ ὁ Σώφρονος τοῦ μιμογράφου υἱὸς (fr. 2 p. 182 Kaib.) ἐκωμῴδει τοὺς Ῥηγίνους ὡς δειλοὺς ὑπὸ Διονυσίου τοῦ τυράννου πεισθείς. καὶ παροιμία· ‘Ῥηγίνου δειλότεροσ‘ ἐπὶ τῶν καθ’ ὑπερβολὴν δειλῶν.

rho

5

ῥικνοῦσθαι· τὸ διέλκεσθαι καὶ παντοδαπῶς διαστρέφεσθαι κατ’ εἶδος· λέγεται δὲ καὶ [ῥικνοῦσθαι] τὸ καμπύλον γίνεσθαι ἀσχημόνως καὶ κατὰ συνουσίαν καὶ ὄρχησιν κάμπτοντα
τὴν ὀσφύν. Σοφοκλῆς Ἰχνευταῖς (fr. 295 N.2 = 316 P.).206

rho

6

Ῥοδίων χρησμός· Ῥόδιοι τῇ Λινδίᾳ Ἀθηνᾷ θύοντες καθ’ ἑκάστην ἡμέραν διετέλουν ἐν τῷ ναῷ εὐωχούμενοι· οὐκ ἦν δὲ αὐτοῖς ἔθος ἁμίδα εἰσφέρειν. 〈δόξαν οὖν αὐτοῖς ἠρώ‐ τησαν τὸν Ἀπόλλωνα, εἰ τοῦτο δέοι ποιῆσαι〉. συγκαταινέσαντος δὲ 〈τούτου〉 πάλιν ἀνεπυνθά‐ νοντο χαλκῆν ἢ ὀστρακίνην. ὁ δὲ ὀργισθεὶς ἀπεφήνατο ‘μηδετέραν‘. διὸ τὴν παροιμίαν τάσσεσθαι
5ἐπὶ τῶν περιεργότερον πυνθανομένων.

rho

7*

Ῥοδώπιδος ἀνάθημα· ἐν Δελφοῖς ὀβελίσκοι πολλοί. Ἀπελλᾶς δὲ ὁ Ποντικὸς (FHG. IV 307, fr. 2) οἴεται καὶ ἐν Αἰγύπτῳ πυραμίδα, Ἡροδότου (II 134, 2 ss.) ἐλέγχοντος τὴν δόξαν. ἦν δὲ Θρᾷσσα τὸ γένος, ἐδούλευσε δὲ σὺν Αἰσώπῳ Ἰάδμονι Μιτυληναίῳ. ἐλυτρώσατο δὲ αὐτὴν Χαράξας ὁ Σαπφοῦς ἀδελφός. ἡ δὲ Σαπφὼ Δωρίχαν αὐτὴν καλεῖ (fr. 25 D.2; fr. inc. 86 Lob.).

sigma

1*

σάκος· ὅπλον.

sigma

2

σάκτας· θύλακος, μάρσιππος.

sigma

3

Σαμίων ὁ δῆμός 〈ἐστιν〉 ὡς πολυγράμματος· Ἀριστοφάνης Βαβυλω‐ νίοις (II 972 M. = fr. 64 K.) ἐπισκώπτων τοὺς ἐστιγμένους. οἱ γὰρ Σάμιοι καταπονηθέντες ὑπὸ τῶν τυράννων σπάνει τῶν πολιτευομένων ἐπέγραψαν τοῖς δούλοις ἐκ πέντε στατήρων τὴν ἰσοπολι‐ τείαν, ὡς Ἀριστοτέλης ἐν τῇ Σαμίων πολιτείᾳ (fr. 575 R.). ἢ ὅτι παρὰ Σαμίοις εὑρέθη πρώτοις
5τὰ κδʹ γράμματα ὑπὸ Καλλιστράτου, ὡς Ἄνδρων ἐν Τρίποδι (FHG. II 348 fr. 7). τοὺς δὲ Ἀθη‐ ναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμμασιν Ἀρχῖνος [δ’ Ἀθηναίοις] ἐπὶ ἄρχοντος Εὐκλεί‐ δου (a. 403/2). τοὺς δὲ Βαβυλωνίους ἐδίδαξε διὰ Καλλιστράτου Ἀριστοφάνης ἔτεσι πρὸ τοῦ Εὐ‐ κλείδου κεʹ ἐπὶ Εὐκλέους (a. 427/6). περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος (FG Hist 115, 155). οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκί, Σάμιοι 〈δὲ **〉 τῇ
10σαμαίνῃ, ὅ ἐστι πλοῖον δίκροτον ὑπὸ Πολυκράτους πρῶτον κατασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν βʹ Νόστων (FHG. III 339, fr. 15). τὸ δὲ πλάσμα Δούριδος (FG Hist 76, 66). οἱ δὲ τὴν σάμαιναν νόμισμα εἶναι. τάττεται δὲ ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν συμφοράς, παρόσον Ἀθηναῖοι τοὺς Σαμίους ἔστιξαν.

sigma

4*

Σαρδαναπάλου 〈τρυφηλότερος· Σαρδαναπάλου〉ς ἐν βʹ Περσικῶν δύο φησὶ γεγονέναι Καλλισθένης (FG Hist 124, 34), ἕνα μὲν δραστήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν. ἐν Νίνῳ δ’ ἐπὶ τοῦ μνήματος αὐτοῦ τοῦτ’ ἐπιγέγραπται· ‘Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρῃ μιῇ. ἔσθιε, πῖνε, ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστὶν ἄξια‘, τουτέστι
5τοῦ τῶν δακτύλων ἀποκροτήματος. τὸ γὰρ ἐφεστὼς τῷ μνήματι ἄγαλμα ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται ὡς ἂν ἀποληκοῦν τοῖς δακτύλοις. ταὐτὸ καὶ ἐν Ἀγχιάλῳ τῇ πρὸς Ταρσῷ
ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον.207

sigma

5

Σαρδόνιος γέλως· παροιμία ἐπὶ τῶν ἐπ’ ὀλέθρῳ τῷ σφῶν αὐτῶν γελώντων, ἣν Δήμων μέν 〈φησι〉 (FHG. I 380, fr. 12) διαδοθῆναι, ὅτι οἱ Σαρδόνα κατοικοῦντες αἰχμαλώ‐ των τε τοὺς καλλίστους καὶ πρεσβυτέρ〈ων τ〉οὺς ὑπὲρ ἑβδομήκοντα ἔτη 〈γεγενημένουσ〉 τῷ Κρόνῳ ἔθυον γελῶντας ἕνεκα τοῦ τὸ ἔπανδρον ἐμφῆναι, Τίμαιος δὲ (FHG. I 199, fr. 29; cf. 28) τοὺς
5ἱκανὸν βεβιωκότας χρόνον ἐν Σαρδοῖ συνωθουμένους σχίζαις ὑπὸ τῶν υἱῶν, εἰς ὃν ἔμελλον θάπ‐ τεσθαι βόθρον, γελᾶν. οἱ δὲ ἀπὸ τοῦ σεσηρέναι μετ’ ἀνίας. καί φασιν ἄλλοι τε καὶ Κλείταρχος (FG Hist 137, 9) ἐν Καρχηδόνι ἐν ταῖς μεγάλαις εὐχαῖς παῖδα ταῖς χερσὶ τοῦ Κρόνου ἐπιθέντας (ἵδρυται δὲ χαλκοῦς, προβεβλημένας ἔχων τὰς χεῖρας, ὑφ’ ᾧ κρίβανος) ἔπειτα ὑποκαίειν· τὸν δὲ συνελκόμενον ὑπὸ τοῦ πυρὸς δοκεῖν γελᾶν. Σιμωνίδης δὲ (fr. 202 a Bgk.) Τάλων τὸν ἡφαιστό‐
10τευκτον Σαρδονίους τοὺς βουλομένους περαιῶσαι πρὸς Μίνωα εἰς πῦρ καθαλλόμενον, ὡς ἂν χαλκοῦν, προ〈σ〉στερνιζόμενον ἀναιρεῖν ἐπιχάσκοντας. Σιληνὸς δὲ ἐν δʹ Τῶν περὶ Συρακούσας (FG Hist 175, 5) λάχανον εἶναι παρὰ Σαρδονίοις ἡδύ, σελίνῳ ἐμφερές, οὗ τοὺς γευσαμένους τάς τε σιαγόνας 〈σεσηρέναι〉 καὶ τὰς σάρκας αὐτῶν ἀποδάκνειν. ἔνιοι δὲ τοὺς ἐπὶ κακῷ γελῶντας, ὡς καὶ Ὀδυσσέα φησὶν Ὅμηρος (υ 301 s.) ‘μείδησε δὲ δῖος Ὀδυσσεύς σαρδόνιον‘, καὶ ἐν ἄλλοις (Ο 101 ss.)·
15
‘ἡ δ’ ἐγέλασσε χείλεσιν, οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν ἰάνθη‘.

sigma

6

σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι (Philem. IV 61 M. = fr. 190 K.)· Ἀστυδάμᾳ τῷ Μορσίμου εὐημερήσαντι ἐπὶ τραγῳδίας διδασκαλίᾳ Παρθενοπαίου (p. 779 N.2) δοθῆναι ὑπ’ Ἀθηναίων εἰκόνος ἀνάθεσιν ἐν θεάτρῳ. τὸν δὲ εἰς αὑτὸν ἐπίγραμμα ποιῆσαι ἀλαζονικὸν τοῦτο (A. P. app. III 43)·
5
‘εἴθ’ ἐγὼ ἐν κείνοις γενόμην ἢ κεῖνοι ἅμ’ ἡμῖν,
οἳ γλώσσης τερπνῆς πρῶτα δοκοῦσι φέρειν.
ὡς ἐπ’ ἀληθείας ἐκρίθην ἀφεθεὶς παράμιλλος·
νῦν δὲ χρόνῳ προέχους’, οἷς φθόνος οὐχ ἕπεται‘. διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀλαζονείαν 〈ἐκείνουσ〉 παραιτήσασθαι τὴν ἐπιγραφήν. καὶ παροιμία παρὰ
10τοῖς κωμικοῖς ἐγένετο ὡς παρὰ Φιλήμονι (l. l.). λέγεται δὲ καὶ κατὰ ἀποκοπὴν τὸ ‘σαυτὴν ἐπαινεῖσ‘.

sigma

7

σειρὴν μὲν φίλον ἀγγέλλει, ξεῖνον δὲ μέλισσα· σειρὴν ζῷόν ἐστι κηρο‐ ποιὸν μελίσσῃ παραπλήσιον (cf. Arist. h. a. 623 b 11).

sigma

8

Σειρῆνας· γυναῖκάς τινας εὐφώνους γεγενῆσθαι μῦθος παλαιὸς Ἑλληνικός, αἵ‐ τινες ἐν νησίῳ καθεζόμεναι οὕτως ἔτερπον τοὺς παραπλέοντας διὰ τῆς εὐφωνίας ὥστε κατέχειν ἐκεῖ μέχρι θανάτου. εἶχον δὲ ἀπὸ μὲν τοῦ θώρακος κάτω εἶδος στρουθῶν, τὰ δὲ ἄνω γυναικῶν.

sigma

9*

Σείριον· τὸν Κυν〈ὸς ἀστέρ〉α, ὁτὲ δὲ (Archil. fr. 63 D.2) καὶ τὸν ἥλιον. Ἴβυκος
δὲ (fr. 12 D.2) πάντα τὰ ἄστρα σείρια λέγει.208

sigma

10

σελῆναι· πέμματα πλατέα κυκλοτερῆ.

sigma

11

σηκός· σημαίνει μὲν τὸ περίφραγμα καὶ τὴν ἔπαυλιν τῶν προβάτων, σημαίνει δὲ καὶ τὸ ἡρῷον, οἷον (tr. fr. ad. 164 N.2 = fr. ad. 1282 K.)·
‘ὃς τόνδ’ ἔχεις τὸν σηκόν, ἵλεως γενοῦ‘. ἔτι δὲ καὶ ἐλαίαν, οὐ μονοστελέχη, ἀλλὰ πολύκλαδον ὥστε καὶ καλάμην ἔξωθεν ἔχειν περικεχυ‐
5μένην καὶ πολλὴν καὶ πυκνήν. ἔνεστι γὰρ ὑπὸ ταῖς τοιαύταις ἐλαίαις καὶ σηκάζεσθαι. ὥστε τρία εἴδη ἐλαίας· [καὶ] αἱ μὲν γὰρ ἁπλῶς ἐλαῖαι καλοῦνται, αἱ δὲ μορίαι, ὅσαι καὶ ἱεραὶ τῆς Ἀθηνᾶς ἦσαν, αἱ δὲ σηκοί, αἱ πολύκλαδοι καὶ κομῶσαι. οὐκ ἐξῆν δὲ οὔτε τοὺς σηκοὺς οὔτε τὰς μορίας ἐκ‐ κόπτειν· ἢ γὰρ θάνατος ἦν ἡ ζημία.

sigma

12

σίραιον· τὸν ἑψημένον οἶνον καὶ γλυκύν.

sigma

13

σκαπέρδα· παιδιά τις. δοκίδος γὰρ ἐκτετρημένης σχοινίον διεκβαλόντες προσάπ‐ τουσι τοῖς νεανίσκοις, καὶ ὁ προσαγαγὼν πρὸς τὴν δοκίδα τὸν ἕτερον νικᾷ.

sigma

14

σκάφας ἔφερον οἱ μέτοικοι ἐν τῇ πομπῇ τῶν Παναθηναίων, οἱ μὲν χαλκᾶς, οἱ δὲ ἀργυρᾶς κηρίων καὶ ποπάνων πλήρεις, ἐνδεδυκότες φοινικίους χιτῶνας. οὕτω Μένανδρος (fr. 166 Kö.).

sigma

15

σκνὶψ ἐκ χώρας (cf. Strattid. II 790 M. = fr. 70 K.)· ἐπὶ τῶν ταχὺ μετα‐ πηδώντων ἡ παροιμία· ἔστι γὰρ ὁ σκνὶψ ζῷον μικρὸν ξυλοφάγον.

sigma

16

σκολιόν· ἡ παροίνιος ᾠδή, ὡς μὲν Δικαίαρχος ἐν τῷ Περὶ μουσικῶν ἀγώνων (fr. 88 We.), ὅτι τρία γένη ἦν ᾠδῶν, τὸ μὲν ὑπὸ πάντων ᾀδόμενον, 〈τὸ δὲ〉 καθ’ ἕνα ἑξῆς, τὸ δὲ ὑπὸ τῶν συνετωτάτων, ὡς ἔτυχε τῇ τάξει· ὃ δὴ καλεῖσθαι διὰ τὴν τάξιν σκολιόν. ὡς δὲ Ἀριστό‐ ξενος (fr. 125 We.) καὶ Φύλλις ὁ μουσικός, ὅτι ἐν τοῖς γάμοις περὶ μίαν τράπεζαν πολλὰς κλίνας
5τιθέντες, παρὰ μέρος ἑξῆς μυρρίνας ἔχοντες ᾖδον γνώμας καὶ ἐρωτικὰ σύντονα. ἡ δὲ περίοδος σκολιὰ ἐγίνετο διὰ τὴν θέσιν τῶν κλινῶν.

sigma

17

σκολύθρια· ταπεινὰ διφρία, Πλάτων ἐν Εὐθυδήμῳ (278 b). ἔνιοι δὲ ὑποπόδια.

sigma

18

σκόλυθρον· σκνιπὸν καὶ ἀνελεύθερον· ἀπὸ σκολύθρων, διφρίων βραχέων.

sigma

19

σκορακίζειν (com. fr. ad. 1147 K.)· οἷον ἐς κόρακας ἀποπέμπειν. ἀπὸ τούτου γὰρ εἴρηται, ὡς καὶ τὸ οἰμώζειν ἀπὸ τοῦ οἴμοι.

sigma

20*

σκορακισμός· προπηλακισμός.

sigma

21

σμήρινθοι· δεσμοὶ ἢ σπασμοί· Πλάτων Νόμων πρώτῳ (644 e)· ‘ταῦτα τὰ πάθη νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλοις ἀνθέλκουσιν.‘

sigma

22*

σπιθαμὴ τοῦ βίου· τὸ ἐλάχιστον.209

sigma

23

στάθμης ἀκριβέστερος· ὀρθότερος τῆς ὀρθότητος ἢ 〈τοῦ〉 κανόνος εὐθύτερος.

sigma

24

στρεψίμαλλος ἄνθρωπος· ὁ μὴ ἁπλοῦς. ἀπὸ τῶν ἐρίων τῶν συνεστραμμένους τοὺς μαλλοὺς ἐχόντων.

sigma

25*

συκίνη μάχαιρα· συκοφάντρια.

sigma

26

σῦκον ἐφ’ Ἑρμῇ· τὸ ἐκκείμενον ἐπ’ ὠφελείᾳ τῷ βουλομένῳ. τὸ γὰρ πρῶτον φανὲν σῦκον Ἑρμῇ ἀνετίθεσαν, οἱ δὲ παριόντες ᾖρον.

sigma

27

σὺν δόρει, σὺν ἀσπίδι (Ach. fr. 29 N.2; Ar. pac. 357)· ἐπὶ τῶν παντὶ τρόπῳ πρᾶξαί τι πειρωμένων.

sigma

28*

συνωμότης· ὁ κατὰ τοῦ δήμου ἀνιστάμενος, συναγωγεὺς δὲ ὁ τοὺς τοιούτους ὑποδεχόμενος.

sigma

29*

συρβηνεύς· ὁ ταραχώδης ἀπὸ τῶν αὐλούντων μετὰ θορύβου, ἢ πένης διὰ τὸ τὰς αὐλοθήκας καὶ φαρέτρας κενὰς 〈ἔχειν〉. καὶ συρβηνέων χορός (cf. Clearch. fr. 15 We.)· ὁ τετα‐ ραγμένος καὶ συώδης ἀπὸ τοῦ τοῖς ὑσὶν ἐπιφωνουμένου †συρβαβυττα†. καὶ τύρβη· ὁ τάραχος. οὕτως Ἀριστοφάνης ὁ γραμματικός (p. 241, fr. 13 N.).

sigma

30

Σύροι πρὸς Φοίνικας· ἑκάτερα τὰ ἔθνη διαβέβληται ὡς πανοῦργα, ἢ ὅτι ἑκάσ‐ τοτε δι’ ἔχθρας ἀλλήλοις ὄντα οὐδέποτε πιστῶς διαλλάττεται.

sigma

31

συστομώτερον σκάφης (Men. fr. 166 Kö. c. t.)· τάττεται ἐπὶ τῶν διὰ τὸ ἀγεννὲς σιωπώντων. Θεόφραστος γὰρ ἐν τῷ Περὶ νόμων (fr. 103 Wi.) εἰρῆσθαί 〈φησιν〉 ἀπὸ τοῦ τοὺς μετοίκους Ἀθήνησιν ἐν ταῖς δημοτελέσι πομπαῖς σκάφας φέροντας πομπεύειν· καὶ ὁπότε δὲ ἐβούλοντο μέτοικον δηλῶσαι, ἢ σκάφην ἔλεγον ἢ σκαφηφόρον, διὰ δὲ τὸ ἀπαρρησίαστον εἶναι
5συστομώτερον ποιήσειν ἀπειλεῖν σκάφης.

sigma

32

σφηκιὰν ἠρέθισας· βλάβην ἤγειρας κατὰ σεαυτοῦ.

sigma

33*

σφηκίσκοι· ἀριθμητικὸν σχῆμα καὶ ξύλα μικρὰ εἰς ὀξὺ συνηγμένα. οὕτω Φερε‐ κράτης (II 353 M. = fr. 238 K.).

sigma

34

σφηκώδεις· οἱ λαγαροὶ τοῖς σώμασι καὶ συνεζωσμένοι. καὶ γὰρ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἔχουσιν.

sigma

35

Σφήττιοι· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. κωμῳδοῦνται δὲ ὡς ὀξεῖς, ὥσπερ
Ἀχαρνεῖς ἄγριοι, Ποτάμιοι δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράφους [νόμους].210

sigma

36*

σχῆμα καὶ τριώβολον· ** Φρύνιχον γάρ φασι τὸν τραγῳδιοποιὸν οὕτω σπουδάσα περὶ τραγικὴν ὄρχησιν ὥστε τῷ καινὸν σχῆμα εὑρόντι διδόναι τριώβολον (cf. Latte RGVV. 13, 3p. 34).

sigma

37*

σχοινίον μεμιλτωμένον (cf. Plat. II 690 M. = fr. 214 K.)· εἰ βραδύνοιεν ἐπὶ τὴν ἐκκλησίαν, οἱ τοξόται σχοινίον μιλτοῦντες συνήλαυνον καὶ τὰ πρατήρια διέκλειον.

tau

1

τάδε ἐκ τοῦ τρίποδος· τίθεται ἐπὶ τῶν πάνυ ἀληθῶν. Ἀριστοκλείᾳ γὰρ τῇ ** Πυθίᾳ γενομένῃ μ〈ε〉ιχθῆναι Πυθαγόραν τὸν Δελφὸν καὶ τῶν ὑπ’ αὐτῆς μαντευμάτων παρασημειοῦ‐ σθαι, ὅσα ἔχρα ἔνθεος γενομένη. καὶ ταῦτα ὡς ἀληθῆ παρασημειοῦσθαι, ὡς ἐκ τοῦ τρίποδος.

tau

2

τάδε Μῆδος οὐ φυλάξει (cf. Dicaearch. fr. 102 We.)· κατὰ τὴν Ξέρξου ἔφοδον τοὺς Ἕλληνας ἀπειρηκότας τὰ ἑαυτῶν ἀναλίσκειν καὶ δαπανᾶν ἐπιλέγοντας· ‘τάδε Μῆδος οὐ φυλάξει‘.

tau

3

τάδ’ οὐ παρὰ Κενταύροισι· λεγόμενόν τι. Τηλεκλείδης †τισι† (II 375 M. = fr. 45 K.)· ‘τῶν δυνατῶν τι κέλευ’· οὐ γὰρ παρὰ Κενταύροισιν‘.

tau

4

τὰ ἐκ τῶν ἁμαξῶν σκώμματα· ἐπὶ τῶν ἀπαρακαλύπτως σκωπτόντων. Ἀθή‐ νησι γὰρ ἐν τῇ τῶν Χοῶν ἑορτῇ οἱ κωμάζοντες ἐπὶ τῶν ἁμαξῶν τοὺς ἀπαντῶντας ἔσκωπτόν τε καὶ ἐλοιδόρουν. τὸ δ’ αὐτὸ καὶ τοῖς Ληναίοις ὕστερον ἐποίουν.

tau

5

τάλαρος· καλαθίσκος.

tau

6

ταλασία· ἐριουργία.

tau

7

ταλάσιον· ἐριουργικόν.

tau

8*

ταλασιουργία· ἡ τῶν ἐρίων ἐργασία.

tau

9*

Ταντάλου δένδρα· ἐπὶ τῶν ἀκερδῶν **

tau

10

Ταντάλου τάλαντα· πλούσιος ὁ Φρὺξ Τάνταλος διεβεβόητο Πλουτοῦς καὶ Διὸς λεγόμενος. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Ἀνακρέων ἐν γʹ (fr. 127 Bgk.). γέγονε δὲ παρὰ τὸ ὄνομα τάλαντα, ὡς καὶ παρὰ τῷ κωμικῷ εἴρηται (IV 660 M. = fr. ad. 602 K.)·
‘〈τὰ〉 Ταντάλου τάλαντα τανταλίζεται‘.

tau

11

τἀπὶ κοσκίνῳ· λεγόμενόν τι, οἷον τἀληθῆ πάντα.

tau

12

τὰ πρῶτ’ ἀρίστους παῖδας Αἴγιν’ ἐκτρέφει· παροιμία 〈ἐπὶ τῶν ἐν ἀρχῇ κοσμίων, μετὰ δὲ ταῦτα ἀσελγαινόντων〉. ἐξ ἀκμῆς γάρ φασι μεταβάλλουσιν ἐπὶ τὸ χεῖρον οἱ Αἰγινῆται ἀπὸ Ἀχιλλέως, Πατρόκλου, Αἴαντος, Νεοπτολέμου.

tau

13*

ταρρός καὶ ταρσός· τὸ τυροκομεῖον, ἀγγεῖον πλεκτὸν ὡς ψίαθος ἐκ καλάμων,
ἐν ᾧ τυρεύουσιν, καὶ κρεμαστήρ, ἐφ’ οὗ 〈τοὺσ〉 τυροὺς ἔτερσον, καὶ τὸ ἄνω τοῦ ποδὸς ἢ τὸ ἄκρον τῆς χειρός. καὶ ταρροί· κρεμάστρα καλαμίνη καὶ τὰ τῶν τυρῶν ἀγγεῖα καὶ τὰ τῶν λαχάνων καὶ ὁ στοῖχος τῶν κωπῶν, ἐπεὶ πτεροῖς ἐοίκασιν.211

tau

14

τάρρωμα· τὴν κωπηλασίαν. οὕτως Ἀριστοφάνης (II 1220 M. = fr. 868 K.).

tau

15

τὰ Σαμίων ὑποπτεύεις· παροιμία αὕτη λέγεται ἐπὶ τῶν δεδιότων τινὰς ἀνη‐ κέστους κακῶν προδοσίας. παρῆλθε δὲ ἀπὸ τῶν γενομένων ὑπὸ Ἀθηναίων εἰς Σαμίους αἰκισμῶν. ἑλόντες γὰρ αὐτοὺς οἱ Ἀθηναῖοι τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἔστιξαν τῇ καλουμένῃ σαμ〈αίν〉ῃ, ἥ ἐστιν εἶδος πλοίου Σαμιακοῦ. ἀνθ’ ὧν καὶ οἱ Σάμιοι τοὺς ἁλόντας μετὰ ταῦτα Ἀθηναίων ἔστιξαν.

tau

16

ταῦτ’ 〈αὐτ〉ὰ πράττω[ν] ’φασκ’ ἀνὴρ οὐδὲν ποῶν· Κρατῖνος Ὥραις (II 166 M. = fr. 252 K.). ἡ γὰρ παροιμία ἐπὶ τῶν μηδὲν ποιούντων.

tau

17

ταχυβάμονας ὅρκους· Ἀρίσταρχος κατ’ ἀντίφρασιν ἀκούει ἀντὶ τοῦ βραδεῖς. βέλτιον δὲ τοὺς ἐν ἔρωτι γινομένους νοεῖν. ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες. ὅθεν καὶ παροιμία (trag. fr. ad. 525 N.2
‘Ἀφροδίσιος 〈γὰρ〉 ὅρκος οὐκ ἐμποίνιμοσ‘.

tau

18*

Τελχῖνες· πονηροὶ δαίμονες, φθονεροί, βάσκανοι. Ξενομήδης δὲ ὁ τὰ Κεῖα γράψας καὶ τοὺς Τελχῖνας ἐτυμολογήσας εἶπεν (FHG. II 43, fr. 3), ὅτι θελγῖνες ἦσαν. ‘τὰ γὰρ θάλλοντα ἔθελγον, φησί, καταρραίνοντες τοῖς ὕδασι τῆς Στυγὸς καὶ ἄγονα ἐποίουν, ἕως φυτῶν βασκαίνοντες.‘

tau

19

Τενέδιος ἄνθρωπος (Men. fr. 176 Kö.)· Κύκνον τὸν Ποσειδῶνος γενόμενον πατέρα Ἡμιθέας καὶ Τέννου ἐπιγῆμαι τούτοις. καὶ κατηγορηθῆναι τὸν Τέννην ὑπὸ τῆς μητρυιᾶς, ὡς πειρῶντα αὐτήν. πεισθέντα δὲ Κύκνον εἰς λάρνακα βαλεῖν τὸν νεανίαν. ἑλομένης δὲ τῆς Ἡμιθέας συγκινδυνεύειν τῷ ἀδελφῷ ἑκατέρους κατεπόντωσεν. ἡ δὲ λάρναξ ἠνέχθη ἐπὶ τὴν
5πρότερον καλουμένην Λεύκοφρυν, ὕστερον δὲ Τένεδον ἀπ’ ἐκείνου. ὃς καὶ βασιλεύσας τῆς νήσου ἐνομοθέτησε τοῖς τὰ ψευδῆ κατηγοροῦσιν ὄπισθεν παρεστάναι τὸν δήμιον πέλεκυν ἐπῃρμένον 〈ἔχοντα〉, ὡς ἐλεγχθέντας παραχρῆμα ἀναιρεῖσθαι. ἀπὸ δὲ τοῦ φοβεροῦ θεάματος ἐκείνου λέγε‐ σθαι ‘Τενέδιος ἄνθρωποσ‘. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν φοβερῶν τὰς ὄψεις.

tau

20*

Τενέδιος πέλεκυς· ἐπὶ τῶν ἀποτόμων. Τέννης. γὰρ διὰ τὰ τῆς μητρὸς αὐτοῦ ψευδῆ κατηγορηθέντα ἐνομοθέτησεν ἐξόπισθεν τοῦ θανάτου κατηγοροῦντος ἵστασθαί τινα ἔχοντα πέλεκυν, τὸν δ’ ἀδικεῖν γνωσθέντα τούτῳ παίειν.

tau

21

τερηδών· σκώληξ ξυλοτρώκτης οἰκῶν ἐν ξύλῳ.

tau

22

Τερμέρια κακά· περὶ Καρίαν χωρίον Τερμέριον καλεῖται, ᾧ ἐχρῶντο οἱ τύραν‐ νοι δεσμωτηρίῳ· τὸ δὲ χωρίον ἐρυμνὸν [τυγχαν]ὂν κεῖται μεταξὺ Μύλου καὶ Ἁλικαρνασσοῦ. τῶν
δὲ ἀπὸ τούτου ληϊζομένων δυσαλώτων [τυγχαν]ὄντων λεχθῆναι τοῦτο.212

tau

23

τετράδι γέγονας· ἐπὶ τῶν ἄλλοις πονούντων. καὶ γὰρ τὸν Ἡρακλέα τετράδι γεννηθέντα Εὐρυσθεῖ ταλαιπωρῆσαι. Φιλόχορος δὲ (FHG. I 413, fr. 177) αὐτὴν καὶ ἐπὶ Ἑρμοῦ δύνασθαι λέγεσθαι. διατεθεῖσθαι δὲ Ἡρακλεῖ τὴν ἡμέραν ἐν ταύτῃ εἰς θεοὺς με‐ ταστάντι.

tau

24

τετρωβολίζων (Theop. II 812 M. = fr. 55 K.)· τὸ δικαστικὸν τετρώβολον λαμ‐ βάνων. ἐγένετο γὰρ καὶ τοσοῦτόν ποτε.

tau

25

τετρωβόλου βίος· στρατιωτικὸς μισθός.

tau

26

τὴν Ἀκεσαίου σελήνην· παροιμία, λέγεται δὲ ἐπὶ τῶν διαμενόντων καὶ βραδυ‐ νόντων. ἦν δὲ Νείλεω κυβερνήτης ὁ Ἀκεσαῖος.

tau

27

τὴν κατὰ σαυτὸν ἔλα (cf. Call. ep. 1, 12)· τοῦτο οἱ μὲν Πυθικὸν εἶναί φασιν ἀπόφθεγμα, οἱ δὲ Σόλωνος. ἔνιοι δὲ αὐτὸ Χείλωνα εἰπεῖν συμβουλευομένῳ τινί, εἰ πλούσιον ἕλοιτο γάμον.

tau

28

τῆς μητρὸς ὡς αἲξ καλεῖται· οἱ γὰρ ἔριφοι ἐν τοῖς αἰπολίοις ἀπὸ τῶν μητέρων γνωρίζονται. ἀπὸ πατέρων γὰρ ἀδύνατον.

tau

29

τιγγάβαρι· μίλτος ἀναμεμειγμένη, οὗ τὴν ἐργασίαν φασὶ πρῶτον εὑρεῖν Καλλίαν Ἀθηναῖον.

tau

30

Τιθωνοῦ γῆρας· παροιμία ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων [τάσσεται]. ἱστο‐ ρεῖται δέ, ὅτι Τιθωνὸς ἐπιθυμίᾳ τοῦ τὸ γῆρας ἐκδύσασθαι εἰς τέττιγα μετέβαλεν.

tau

31

τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ; κέχρηται αὐτῇ Πλάτων ἐν Μενε‐ λάῳ (II 642 M. = fr. 75 K.), παρὰ δὲ τὴν ἱστορίαν. οἱ γὰρ ἐν Θήβαις ἑαυτοὺς διαχειρωσά‐ μενοι οὐδ’ ἡστινοσοῦν τιμῆς ἠξιοῦντο.

tau

32

τίς πατέρ’ αἰνήσει’, εἰ μὴ κακοδαίμονα τέκνα· ἴσως ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα προφερόντων.

tau

33

τίς τρόπος ἵππων· παροιμία ἐπὶ τῶν ἀλλοκότων. Μεταγένης Θουριοπέρσαις (II 754 M. = fr. 7 K.)·
‘τίς τρόπος ἵππων; ὡς δ’ ὀρχοῦνται
τὸν βαρβαρικὸν τρόπον οὗτοι‘.

tau

34

τιτιγόνιον· ζωύφιον ὅμοιον τέττιγι. Ἐπίλυκος Κοραλίσκῳ (II 887 M. = fr. 4 K.).

tau

35*

τὸ ἀπὸ τῆς Παλληνίδος· τὸ φοβερόν· ἀπὸ τῆς ἐν Παλληνίδι μάχης, ἐν ᾗ ἡττή‐ θησαν Ἀθηναῖοι.

tau

36

τὸ θερμὸν τοῦ ὀβελοῦ (Soph. fr. 744 N.2 = 814 P.)· ἐπὶ τῶν αἱρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων ἡ παροιμία. ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον
τῶν ὀβελίσκων. μέμνηται αὐτῆς Σοφοκλῆς (l. l.).213

tau

37

τὸ Μηλιακὸν πλοῖον· τοῦτο ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων ἀπὸ ἱστορίας τινὸς εἴρηται· φησὶ γὰρ Ἀριστοτέλης (fr. 554 R.) Ἱππότην εἰς ἀποικίαν στελλόμενον τοῖς μὴ βουλη‐ θεῖσιν αὐτῷ συμπλεῖν καταράσασθαι. ἐπειδὴ γὰρ προφασιζόμενοι, οἱ μὲν τὰς γυναῖκας αὐτοῖς ἀρρωστεῖν, οἱ δὲ τὰ πλοῖα ῥεῖν, κατέμενον, κατηράσατο μήτε πλοῖα στέγανα αὐτοῖς γενέσθαι ποτὲ
5καὶ ὑπὸ τῶν γυναικῶν κρατεῖσθαι ἀεί.

tau

38

τὸ παρὸν εὖ ποιεῖν· παροιμία. Πλάτων Γοργίᾳ (499 c)· ‘καὶ ὡς ἔοικεν ἀνάγκη μοι κατὰ τὸν παλαιὸν λόγον τὸ παρὸν εὖ ποιεῖν‘. Κρατῖνος Πυλαίᾳ (II 113 M. = fr. 172 K.)·
‘ἄνδρας σοφοὺς
χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν τίθεσθαι‘.

tau

39

τόρμη· ὁ δρόμος ὁ ἐν τῷ ἱπποδρόμῳ ἢ ἡ καμπὴ ἢ ἡ ὕσπληξ.

tau

40

τόρμος· ἡ πλήμνη 〈τοῦ τροχοῦ〉, εἰς ἣν ὁ ἄξων ἐνήρμοσται.

tau

41

τὸ σκαμβὸν ξύλον οὐδέποτε ὀρθόν· αὕτη ἡ παροιμία δημώδης ἐστὶ καὶ φανερά. τάττεται δὲ κατὰ τῶν διάστροφα ξύλα ἢ πράγματα πειρωμένων κατευθύνειν καὶ μηδὲν ὠφελούντων.

tau

42

τοῦ Διὸς τὸ σάνδαλον· ἐπὶ τῶν †ὡς μεγα δη τι†· Εὔπολις Χρυσῷ γένει (II 545 M. = fr. 295 K.).

tau

43

τραπεζῆες· παράσιτοι οἰκοτραφεῖς.

tau

44

τρασιά· οὗ τὰ σῦκα ψύχεται. οὕτως Εὔπολις (II 576 M. = fr. 451 K.).

tau

45

τρία Στησιχόρου· στροφήν, ἀντίστροφον, ἐπῳδόν· ἐπῳδικὴ γὰρ πᾶσα ἡ τοῦ Στησιχόρου ποίησις. καὶ τὸν τελέως ἄμουσόν τε καὶ ἀπαίδευτον λοιδοροῦντες ἔφασκον ἂν οὐδὲ τὰ τρία Στησιχόρου εἰδέναι.

tau

46

τρὶς ἓξ ἢ τρεῖς κύβοι (Pher. II 315 = fr. 124 K.)· οἱ μὲν ‘τρὶς ἕξ‘ νίκην, οἱ δὲ ‘τρεῖς κύβοι‘ [κενοὶ] 〈ἧτταν δηλοῦσιν〉. καὶ τὸ παρ’ Εὐριπίδῃ (fr. 888 N.2) τοιοῦτον·
‘βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα‘. τριῶν γὰρ ὄντων τῶν ἀναρριπτουμένων βόλων δύο μὲν κενοὺς αὐτόν φησι βαλεῖν, ἕνα δὲ τὸν 〈τρίτον〉
5τεττάρων. διττὸς οὖν ὁ ‘κύβοσ‘· ὅ τε ἀναρριπτούμενος, εἴτε κενὸς εἴτε πλήρης εἴη, καὶ ἰδίως ὁ κενός. ὅτι δὲ ὁ τρὶς ἓξ βαλὼν κατώρθου, καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι (32s.) παρίστησι·
‘τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι
τρὶς ἓξ βαλούσης τῆς ἐμῆς φρυκτωρίασ‘.

tau

47

τρίτος κρατήρ· Διὸς τελείου σωτῆρος. πρῶτος γὰρ τέλειος ἀριθμὸς ὁ τρία, ὅτι ἔχει ἀρχὴν καὶ τέλος καὶ μέσα, ὡς Φιλόχορος ἐν τῷ Περὶ ἡμερῶν (FHG. I 414, fr. 179).

tau

48

τριττύα· ἡ ἐκ τριῶν ζῴων θυσία. Ἐπίχαρμος (fr. 187 K.) 〈τὴν ἐκ〉 δύο μήλων καὶ
βοός, Καλλίμαχος (fr. 578 Pf.) τὴν ἐκ κριοῦ 〈καὶ〉 ταύρου καὶ κάπρου. Ἴστρος δὲ ἐν ταῖς Ἀπόλλωνος Ἐπιφανείαις (FHG. I 423, fr. 34) ἐκ βοῶν, αἰγῶν, ὑῶν ἀρρένων, πάντων τριετῶν.214

tau

49

τριωβολιμαῖος· ὁ εὐτελής.

tau

50

τριώβολον· μισθὸς δικαστικὸς καὶ οἱ ἁπλῶς τρεῖς ὀβολοί.

tau

51

τρυγόνα ψάλλειν· παροιμία ἐπὶ τῶν φαύλως πραττόντων· ἴσως παρὰ τὸ τρύζειν. [‘ὡς μή μοι τρύζητε (I 311)].

tau

52

τρύμη· ὁ πανοῦργος. Ἀριστοφάνης (nub. 448).

tau

53*

τρυτάνη· ὁ ζυγός.

tau

54

τυφλότερος λεβηρίδος (Ar. II 956s. M. = fr. 35 K.)· καὶ ‘κενότερος λεβη‐ ρίδοσ‘· ἀμφότερα λέγεται. [λεβηρὶς δὲ οἷον λεπηρὶς καὶ λέπος]. τάττεται καὶ ἐπὶ τεττίγων καὶ πάν‐ των τῶν τὸ γῆρας ἀποδυομένων.

tau

55

τυφλότερος σπάλακος· τοῦτο τὸ ζῷον οὐκ ἔχει ὀφθαλμούς. φησὶ δ’ αὐτὸ Στησίμβροτος (FG Hist 107, 18) ὑπὸ τῆς Γῆς τυφλωθῆναι διὰ τὸ φθείρειν τοὺς καρπούς. ἔχει γὰρ ὀδόντας μιαρωτάτους καὶ ῥύγχος ὡς μυγαλῆς καὶ πόδας ὡς ἄρκτου.

tau

56*

Τυφῶνος πολυπλοκώτερον (Plat. Phaedr. 230 a)· Τυφὼν ὁ λεγόμενος κε‐ ραυνωθῆναι ὑπὸ Διός. τούτου ποικιλώτερον.

tau

57

τῶν τριῶν κακῶν ἕν· λεγόμενόν τι ἐστίν. καὶ Μένανδρος δύο προθεὶς ὡς παροι‐ μιῶδες ἐπιλέγει παίζων τὸ (fr. 735 Kö.)·
‘ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακῶν‘. ταῦτα δὲ εἶναι λέγουσιν, ἃ Θηραμένης ὥρισε προστιμήματα. Πολύζηλος Δημοτυνδάρεῳ (II 867 M.
5= fr. 3 K.)·
‘τριῶν κακῶν ἓν γοῦν ἑλέσθαι τοὐστὶ πᾶς’ ἀνάγκη·
ἢ ξύλον ἐφέλκειν ἢ πιεῖν κώνειον ἢ προδόντα
τὴν ναῦν ὅπως τάχιστα τῶν κακῶν ἀπαλλαγῆναι.
ταυτὶ τὰ τρία Θηραμένους εὖ σοι φυλακτέ’ ἐστίν.‘
10Ἀριστοφάνης Τριφάλητι (II 1165 M. = fr. 549 K.)·
‘ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί‘.

upsilon

1

ὕδραν τέμνειν· ἐπὶ τῶν ἀμηχάνων λέγεται. ἱστορεῖται γὰρ ὕδρᾳ τῇ ἐν Λέρνῃ ἑκατοντακεφάλῳ [τυγχαν]οὔσῃ μαχόμενον Ἡρακλέα, ὡς τῶν τεμνομένων αὐτῆς κεφαλῶν ἀνε‐
φύοντο πλείους, κελεῦσαι Ἰολάῳ ἐπικαίειν τὰς τεμνομένας.215

upsilon

2

ὕδωρ παραρρέει (Crat. II 52 M. = fr. 60 K.)· ἐπὶ τῶν ἐπαγγελλομένων παντὶ σθένει σπουδάσειν ὡς κἂν εἰς ῥέοντα πλοῖα ἐμβῆναι οὐκ ὀκνησάντων.

upsilon

3

Ὕης· ἐπίθετον Διονύσου, ὡς Κλείδημος, ‘ἐπειδή φησιν (FHG. I 363, fr. 21) ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ, καθ’ ὃν ὁ θεὸς ὕει χρόνον‘. ὁ δὲ Φερεκύδης (FG Hist 3, 90a) τὴν Σεμέλην Ὕην λέγεσθαι καὶ τὰς τοῦ Διονύσου τροφοὺς Ὑάδας. Ἀριστοφάνης δὲ (deest ap. N.; cf. com. II 1221 M. = fr. 878 K.) συγκαταλέγει ξενικοῖς θεοῖς τὸν Ὕην· ‘Ὕης γάρ 〈φησιν〉 ἐπί‐
5κλησις τοῦ Σαβαζίου‘.

upsilon

4

Ὕλαν κραυγάζειν· ἱστοροῦσιν Ὕλαν τὸν Θειοδάμαντος, καλὸν τὴν ὥραν, ἐρώ‐ μενον Ἡρακλέους, ὅτε συνέπλει τοῖς Ἀργοναύταις, γενόμενον [δὲ] κατὰ Μυσίαν ἐξελθεῖν ὑδρευσό‐ μενον, ὑπὸ Νυμφῶν δὲ ἀφανισθῆναι. τούτου δὲ ἐπὶ ζήτησιν Πολύφημον πεμφθέντα κεκραγέναι καὶ ὀνομαστὶ ἀνακαλεῖν τὸν Ὕλαν μηδὲν περαίνοντα. διὸ καὶ τὴν παροιμίαν ἐπὶ τῶν μηδὲν ἀνυόν‐
5των λέγεσθαι. καὶ νῦν δὲ Κιανοὺς ἔτι ἀπομίμημα τῆς ζητήσεως ποιουμένους ἑορτάζειν τῷ ἥρωι.

upsilon

5

ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι· χρησμοῦ κομμάτιόν ἐστι παροιμιαζόμενον οὕτως (A P. XIV 73 = Or. Gr. 178 Hendess)·
‘〈Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον〉,
ἵπποι Θεσσαλικαί, Λακεδαιμόνιαί τε γυναῖκες,
5ἄνδρες δ’, οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. ἀλλ’ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἵτε μεσηγύ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο. ὑμεῖς δ’, Αἰγιέες, οὔτε τρίτοι οὔτε τέταρτοι
10
οὔτε δυωδέκατοι οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ‘. ἱστορεῖ δὲ Μνασέας (FHG. III 157, fr. 50), ὅτι Αἰγιεῖς οἱ ἐν Ἀχαίᾳ καταναυμαχήσαντες Αἰτω‐ λοὺς καὶ λαβόντες πεντηκόντορον αὐτῶν, δεκάτην Πυθοῖ ἀνατιθέντες, ἠρώτων, τίνες κρείττονες εἶεν τῶν Ἑλλήνων· ἡ δὲ Πυθία ἔχρησεν αὐτοῖς τὰ προκείμενα. καὶ Ἴων δὲ Αἰγιεῦσι δοθῆναι τὸν χρησμὸν ἱστορεῖ (fr. 37 v. Blum.). τινὲς δὲ οἴονται (i. e. Dinias FHG. III 25, fr. 7) Μεγα‐
15ρεῦσιν εἰρῆσθαι αὐτὸν καὶ προφέρονται·
‘ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι‘. ὡς καὶ Καλλίμαχος ἐν τοῖς Ἐπιγραμματίοις (25, 5s.)·
‘τῆς δὲ ταλαίνης νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ’ ἀριθμόσ‘.

upsilon

6

ὑπέρα· τὸ τοῦ κέρως τοῦ ἱστοῦ σχοινίον, ᾧ ἀνίεταί τε καὶ διατείνεται. γέγονε δὲ ἀπὸ τούτου παροιμία τὸ ‘ἀφέντες τὴν ὑπέραν τὸν πόδα διώκουσιν‘ ἐπὶ τῶν ἃ δεῖ ἔχειν ἀφιέντων, ἃ δὲ μὴ δεῖ κρατούντων.

upsilon

7*

ὑπὲρ καπνοῦ τὸ πηδάλιον (cf. Hes. opp. 45)· ἐπὶ τῶν ἀργούντων καὶ κατ‐
αμελούντων τέχνης.216

upsilon

8

ὑπέρου περιτροπή (cf. Plat. Theaet. 209d)· ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲν περαινόντων. καὶ αὗται δὲ αἱ παροιμίαι τοῦτο δηλοῦσιν· ‘[ὁ] Διὸς Κόρινθοσ‘ (cf. Paus. s. v.) καὶ ‘αὖθις αὖ Πυθώδ’ ὁδόσ‘ (cf. gl. π 42; Diog. p. III 34) καὶ ‘ὁ τὴν δοκὸν φέρων‘ καὶ ‘οὐ τυ‐ φλός, ἀλλ’ ἐξώρυκται‘. Πλάτων Ἀδώνιδι (II 616 M. = fr. 1 K.)·
5‘εἶτ’ οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται;‘

upsilon

9

ὑπὲρ τὰ ἐσκαμμένα· ὑπὲρ τὰ μέτρα. ἀπὸ δὲ τῶν πεντάθλων ἡ μεταφορά, λέγε‐ ται δὲ ἀπὸ Φαΰλλου τοῦ πεντάθλου τοῦ Κροτωνιάτου εἰρῆσθαι, ὃς πεντήκοντα ποδῶν ὄντων πρό‐ τερον τῶν σκαμμάτων πρῶτος αὐτὸς ὑπερέβαλε τοῖς πηδήμασι ταῦτα, ὡς τὸ ἐπίγραμμα λέγει τῆς εἰκόνος αὐτοῦ (I. G. Metr. n. 142 Preg.)·
5
‘πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος,
δίσκευσεν δ’ ἑκατὸν πέντ’ ἀπολειπομένων‘. καὶ Πλάτων ἐν 〈τῷ διαλόγῳ〉, ᾧ ἡ ἐπιγραφὴ ‘Κρατύλος, περὶ ὀνομάτων ὀρθότητοσ‘ (413 a).

upsilon

10

ὑπὲρ τὰ Καλλικράτους· Κλέαρχός φησιν (fr. 77 We.), ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος· εἴ ποτε οὖν ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερ‐ βολικῶς, ἔλεγον· ‘Ὑπὲρ τὰ Καλλικράτουσ‘. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ (28, 3) Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι· ὅθεν καὶ τὴν παροι‐
5μίαν εἰρῆσθαι.

upsilon

11

ὑπὲρ τὸν κατάλογον (cf. Xen. mem. III 4, 1)· παροιμία ἐπὶ τῶν γεγηρα‐ κότων.

upsilon

12

ὑπὸ παντὶ λίθῳ σκορπίος (Anth. Lyr. II 6, scol. 20 D.2)· ἐλλείπει ὕπεστι. λέγεται ἐπὶ τῶν κακοήθων καὶ ἐπὶ ἐριστικῶν.

upsilon

13

ὕπουλος· δόλιος, φαινόμενος δῆθεν εἰρηνικός· ὡς ἐπὶ τῶν ἑλκῶν τῶν ἐχόντων οὐλὰς ὑγιεῖς ἐπιπολαίως, ἔνδοθεν δὲ σηπεδόνας πυώδεις. ἐξ οὗ ἐπὶ τῶν προσποιουμένων μὲν εἶναι χρηστῶν ἀνθρώπων, ὄντων δὲ μοχθηρῶν ἐλέχθη οὗτος ὁ λόγος. Σοφοκλῆς δὲ (fr. 1000 N.2 = fr. 1105 P.) ὕπουλον εἶπε τὸν δούρειον ἵππον.

upsilon

14

ὑπώβολον· ὑποκείμενον πρὸς δάνειον καὶ τόκον, εἴτε ἀγρὸς εἴτε οἶκος εἴτε ἄλλο τι. Φερεκράτης Ἰπνῷ (II 277 M. = fr. 58 K.)·
‘οὐχ ὁρᾷς τὴν οἰκίαν τὴν Πουλυτίωνος κειμένην ὑπώβολον;‘

upsilon

15

ὗς διὰ ῥόδων· ἐπὶ τῶν σκαιῶν καὶ ἀναγώγων. Κράτης Γείτοσιν (II 234 M. = fr. 4 K.).

upsilon

16

ὗς ὑπὸ ῥόπαλον δραμεῖται· παροιμία παρὰ Δεινολόχῳ (fr. 14 Kaib.) ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων.

upsilon

17

ὑφόρμιον· χρυσοῦν κοσμάριον.217

phi

1

φαινίνδα· παιδιὰ διὰ σφαίρας, ὅταν ἑτέρῳ προδεικνύντες εἶτα ἄλλῳ ἐφιῶσι τὴν σφαῖραν ὥσπερ φενακίζοντες.

phi

2

φάλαγγες· στίχες, τάξεις· οἱ δὲ τὸ ἐκ πλειόνων τάξεων ὁπλιτικὸν πλῆθος. λέγε‐ ται καὶ τὰ τῶν δακτύλων ἄρθρα καὶ νεὼς ὑπερείσματα. ἔνιοι καὶ τὸ στρογγύλον ξύλον καὶ σύμ‐ μετρον φαλάγγιον. λέγεται καὶ τοῦ ζυγοῦ ὁ κανὼν φάλαγξ καὶ ἐπὶ τῆς νεὼς ἡ διαβάθρα, καὶ ὁ ἀρά‐ χνης δέ, ὃν ἔνιοι καλοῦσι φαλάγγιον. καὶ οἱ κόρακες δὲ παρὰ Ἀττικοῖς φαλάγγια.

phi

3

Φασηλιτῶν θῦμα· ἐπὶ τῶν εὐτελῶν τίθεται. Φασηλίτας γὰρ τάριχον τῷ Κυ‐ λάβρᾳ θύειν φησὶ Καλλίμαχος ἐν Βαρβαρικοῖς νομίμοις (fr. 405 Pf.).

phi

4

Φάων· ἐπὶ τῶν ἐρασμίων καὶ ὑπερηφάνων· τοῦ γὰρ Φάωνος ἐρασθῆναί φασι πολ‐ λοὶ (e. g. Men. fr. 258 Kö.) Σαπφώ, οὐ τὴν ποιήτριαν, ἀλλὰ Λεσβίαν καὶ ἀποτυγχάνουσαν ῥῖψαι ἑαυτὴν ἀπὸ τῆς Λευκάδος πέτρας.

phi

5

φεῦγ’〉 ἐς κόρακας· 〈παροιμία ἐπὶ κατάρας λεγομένη ἀντὶ τοῦ εἰς ἀπώλειαν καὶ φθοράν〉. Βοιωτοῖς 〈γὰρ ἀναστάτοις ὑπὸ Θρᾳκῶν γενομένοις καὶ περὶ ἀποικίας μαντευομέ‐ νοισ〉 ἔχρησεν ὁ θεός, ἔνθα ἂν λευκοὶ κόρακες αὐτοῖς ὀφθῶσιν, ἐκεῖ κατοικεῖν. 〈οἱ δ’ ἐν Θετταλίᾳ〉 παρὰ τὸν Παγασητικὸν κόλπον κόρακας ἰδόντες περιπετομένους 〈τοὺσ〉 τοῦ Ἀπόλλωνος 〈ἱερούσ〉,
5οὓς παῖδες ἄκακοι ἐγύψωσαν, 〈καὶ τελεῖσθαι τὸν χρησμὸν φήσαντεσ〉 ἐνταῦθα κατῴκησαν καλέ‐ σαντες τὸ χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς τοὺς φυγαδευομένους εἰς αὐτὸ ἔπεμπον. οἱ δὲ ὡς τοῦ ζῴου ἀναιδοῦς καὶ δυσοιωνιστικοῦ 〈κατὰ〉 τῶν ἀνθρώπων ὄντος. Ἀριστο‐ τέλης δέ φησι (fr. 496 R.) λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐπῳδαῖς ἀφιέναι ζῶντας καὶ ἐπιλέγειν τῷ λοιμῷ· ‘φεῦγ’
10ἐς κόρακασ‘. ὁ δὲ Αἴσωπος μυθικῶς (fab. 125 Hausr.) κολοιὸν μέγαν νομίσαντα τοῖς κόραξιν ἴσον εἶναι πρὸς αὐτοὺς πορευθῆναι· ἡττηθέντα δὲ πάλιν εἰς τοὺς κολοιοὺς ὑποστρέψαι· τοὺς δ’ ἀγανακτήσαντας παίειν αὐτὸν λέγοντας· ‘φεῦγ’ ἐς κόρακασ‘. Ἀριστείδης δὲ ἀποδίδωσι (FHG. IV 327, fr. 33) διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι τοὺς κόρακας νεοσσοποιεῖσθαι λέγειν ἡμᾶς· ‘φεῦγ’ ἐς κόρακασ‘.

phi

6

φέψαλοι καὶ φεψάλυγες· σπινθῆρες ἀναφερόμενοι ἐκ τῶν καιομένων ξύλων.

phi

7

φθοῖς· πέμματα, ἃ τοῖς θεοῖς μετὰ τῶν σπλάγχνων ἔθυον.

phi

8

Φοινικήϊα γράμματα (Hdt. V 58, 2)· Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ
Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος· τούτοις δὲ ἀντιλέγουσι Κρῆτες, ὡς εὑρέθη ἀπὸ τοῦ γρά‐ φειν ἐν φοινίκων πετάλοις. Σκάμων δὲ ἐν τῇ δευτέρᾳ τῶν Εὑρημάτων (FHG. IV 489, fr. 2) ἀπὸ Φοινίκης τῆς Ἀκταίωνος ὀνομασθῆναι· μυθεύεται δ’ οὗτος ἀρσένων μὲν παίδων ἄπαις, γενέσθαι218
5δὲ αὐτῷ θυγατέρας Ἄγλαυρον, Ἕρσην, Πάνδροσον. τὴν δὲ Φοινίκην ἔτι παρθένον οὖσαν τελευτῆ‐ σαι. διὸ καὶ Φοινικήϊα 〈καλέσαι〉 τὰ γράμματα τὸν Ἀκταίωνα βουλόμενόν τινος τιμῆς ἀπονεῖμαι τῇ θυγατρί.

phi

9

Φοινικικὸν ψεῦδος· ἀπὸ τῶν κατὰ τὸν δράκοντα καὶ τοὺς Σπαρτοὺς καὶ Κάδ‐ μον ψευδῶς λεγομένων.

phi

10

Φοινίκων συνθῆκαι· οἱ τὴν Καρχηδόνα κτίσαντες Φοίνικες, ὅτε προσέπλευσαν τῇ Λιβύῃ, ἐδεήθησαν τῶν ἐγχωρίων δέξασθαι αὐτοὺς νύκτα καὶ ἡμέραν· ἐπιτυχόντες δὲ τούτου οὐκ ἐβούλοντο ἀπαλλάσσεσθαι ὡς συν[τι]θέμενοι νύκτας καὶ ἡμέρας μένειν. διὸ λέγεσθαι τοῦτο ἐπὶ τῶν ἐνεδρευτικῶς συντιθεμένων. τὰ δ’ ὅμοια Δήμων ἐπὶ Μεταποντίνων ἱστορεῖ (FHG. I 381,
5fr. 15).

phi

11*

φόνου πτερόν (tr. fr. ad. 581 N.2)· τὸν διὰ τῶν ὀϊστῶν, πτερόεντα ἢ ταχύν. βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν φόνον.

phi

12

φορμός· ὁ κόφινος.

phi

13

φορμίσκοι· πλεκτὰ ἀγγεῖα.

phi

14

φρουρήσεις ἐν Ναυπάκτῳ· τοῖς Ναύπακτον φρουροῦσιν ὀλίγου μισθοῦ δι‐ δομένου, τῶν δ’ ἐπιτηδείων πολλοῦ πιπρασκομένων τὴν παροιμίαν γενέσθαι. ἔνιοι δέ, ὅτι Φίλιππος ἑλὼν Ναύπακτον Ἀχαιῶν †γνώμῃ† τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε πάντας. ἱστορεῖ δὲ τοῦτο καὶ Θεόπομπος ἐν 〈νʹ〉 δευτέρῳ (FG Hist 115, 235).

chi

1*

χαλιμάς· ἡ πόρνη. ἀπὸ τοῦ χαλᾶσθαι τὸ σῶμα ὑπὸ μέθης ἢ μανίας.

chi

2

Χαλκεῖα· ἑορτὴ ἀρχαία καὶ δημώδης πάλαι, ὕστερον δὲ ὑπὸ μόνων ἤγετο τῶν τεχνιτῶν, ὅτι ὁ Ἥφαιστος ἐν τῇ Ἀττικῇ χαλκὸν εἰργάσατο. ἔστι δὲ ἕνῃ καὶ νέᾳ τοῦ Πυανεψιῶνος, ἐν ᾗ καὶ ἱέρειαι μετὰ τῶν ἀρρηφόρων τὸν πέπλον διάζονται.

chi

3*

χαλκιδίζειν (IV 648 M. = fr. ad. 1192 K.)· ἐπὶ τῶν γλισχρευομένων. οἱ γὰρ ἐν Εὐβοίᾳ Χαλκιδεῖς ἐπὶ φιλαργυρίᾳ ἐκωμῳδοῦντο.

chi

4

Χαλκιδικὸν δίωγμα· τοῖς Θεσμοφορ〈ί〉οις Ἀθήνησί τι νόμιμον. ἐν πολέμῳ 〈γάρ ποτε〉 γυναικῶν εὐξαμένων διωχθῆναι τοὺς πολεμίους, καὶ συνέβη φυγεῖν εἰς Χαλκίδα, ὡς καὶ Σῆμος (deest FHG. IV 492ss.).

chi

5*

χαλκιδῖτις· [παρὰ Ἰωσήπῳ] ἡ πόρνη. ἀπὸ τῆς εὐτελείας τοῦ διδομένου νομίσ‐
ματος.219

chi

6

χάραξ· ἡ κάμαξ. ὅθεν καὶ παροιμία (Ar. vesp. 1291, cf. Zen. VI 40)·
‘ἐξηπάτηκεν ἡ χάραξ τὴν ἄμπελον‘, ὅταν ὑπὸ τοῦ σῴζοντος ἀπατηθῇ τὸ σῳζόμενον.

chi

7*

Χάρητος ὑποσχέσεις· Χάρης στρατηγὸς Ἀθηναίων εὐχερής τε καὶ ἑτοιμότατος πρὸς τὰς ὑποσχέσεις λέγεται γεγονέναι. ὅθεν ἡ παροιμία τάττεται ἐπὶ τῶν προχείρως ἐπαγγελ‐ λομένων.

chi

8

χαρίσιοι· πλακοῦντος εἶδος. 〈οὗτοι ἀπὸ τῶν καταλειπομένων συμμειγνύμενοι ἐγί‐ νοντο, καὶ δημιουργοὶ ἔπλαττον〉. Ἀριστοφάνης Δαιταλεῦσιν (II 1027 M. = fr. 202 K.)·
‘πέμψω πλακοῦντας ἑσπέρας χαρισίουσ‘.

chi

9

χαυλιόδων· κεχαλασμένους ἔχων τοὺς ὀδόντας ἐξέχοντας.

chi

10

χῆνα ὀμνύναι· ὑπὲρ τοῦ μὴ τοὺς θεοὺς ἐπὶ πᾶσιν ὀνομάζειν Ῥαδάμανθυς ἐκέ‐ λευσε κατὰ χηνὸς καὶ κριοῦ ὀμνύναι, οὐχ ὥς τινες (cf. Ael. D. ρ 1) Σωκράτης.

chi

11*

Χιαστὶ τίλλειν (com. fr. ad. 919 K.)· ** ὡς τῶν Χίων παρατιλλομένων.

chi

12

Χῖος λόφος· τὸ ἀποτιλθῆναι τὴν κεφαλὴν τὸ μέσον ἀπολ〈ε〉ιπόντων.

chi

13

Χλόη· Δημήτηρ. Χλόης γὰρ Δήμητρος ἱερὸν πρὸς τῇ ἀκροπόλει. Εὔπολις Μα‐ ρικᾷ (II 502 M. = fr. 183 K.)·
‘ἀλλ’ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ
κριὸν Χλόῃ Δήμητρι‘.

chi

14

χοῖνιξ· σκεῦός τι μετρητικὸν σπορίμων, καὶ δεσμὸς ποδῶν.

chi

15

χορταῖος· χιτὼν ποδήρης ἔχων χειρῖδας.

chi

16

χρήματα, χρήματ’ ἀνήρ· ὁμοία τῇ [ὡς καὶ] ‘ἀρχὴ ἄνδρα δείκνυσι‘ καὶ ‘τὴν κατὰ σαυτὸν ἔλα‘ καὶ τῷ ‘γνῶθι σαυτόν‘. λεχθῆναι δὲ αὐτὴν Ἀλκαῖος μὲν (fr. 101 D.2) ὑπὸ Ἀρι‐ στοδήμου τοῦ Σπαρτιάτου φησί, Πίνδαρος δὲ (Isth. II 9) ὑπό τινος Ἀργείου, τὸ ὄνομα οὕτω λέγων. ὁ δὲ Ἀριστόδημος ἐγκαταριθμεῖται τοῖς σοφοῖς ὑπό τινων (i. e. Andro Eph. FHG. II
5347, fr. 2).

chi

17

χρυσῆ κορώνη (Δ 111)· παροιμία. ὁ ἀγαθὸν τέλος τοῖς φθάσασιν ἐπιθεὶς χρυσέην ἐπιθεῖναι τῷ παντὶ κορώνην λέγεται.

chi

18

χρυσὸς Κολοφώνιος (Ar. II 1095 M. = fr. 352 K.)· οἱ Κολοφώνιοι τὸν κάλ‐ λιστον χρυσὸν εἰργάσαντο· καὶ γὰρ πολύ φασι παραλλάττειν τοῦ ἄλλου τὸν Κολοφώνιον χρυσόν. καὶ τάχα ἴσως οἱ ἐκπεσόντες τῆς οἰκείας Λυδῶν τὰ περὶ Θρᾴκην καὶ Στρύμονα χρύσεια κατέσχον μέταλλα σύν τισιν Ἰώνων καὶ ἐσπούδασαν περὶ τὸν χρυσόν.

chi

19

χύτρα· φιλήματος εἶδος.220

psi

1

ψαιστά· ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευμένα.

psi

2

Ψιθυριστὴς Ἑρμῆς· Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας (LIX 39). ἀγάλ‐ ματά εἰσιν Ἀθήνησι Ψιθυριστοῦ Ἑρμοῦ καὶ Ἀφροδίτης καὶ Ἔρωτος, ἅπερ πρῶτος ἐποίησεν, ὥς φησι Ζώπυρος (FHG. IV 533, fr. 6), Θησεύς, ἐπεὶ Φαίδρα, ὥς φασιν, ἐψιθύρισε Θησεῖ κατὰ Ἱπ‐ πολύτου διαβάλλουσα αὐτόν· οἱ δὲ ἀνθρωπινώτερόν φασιν Ἑρμῆν Ψιθυριστὴν παρὰ τὸ ἀνθρώπους
5ἐκεῖ συνερχομένους τὰ ἀπόρρητα συντίθεσθαι καὶ ψιθυρίζειν ἀλλήλοις, περὶ ὧν βούλονται.

psi

3

ψιλοδάπιδας τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δάπιδας λέγουσιν.

psi

4

ψίττα· ποιμενικὸν ἐπίφθεγμα καὶ〉 ψιττάζειν· τὸ ποιμενικῶς 〈ἐπι〉φθέγγεσθαι.

psi

5

Ψύρα τὸν Διόνυσον ἄγοντες· ἡ παροιμία παρὰ Κρατίνῳ (II 207 M. = fr. 352 K.)· τὰ δὲ Ψύρα νησίδιον ἔρημον πλησίον Χίου. λέλεκται δὲ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων.

psi

6*

ψώθια· τὰ ὑπερωπτημένα [τῶν ἄρτων] ἀποθραύσματα τὰ ὑποκάτω τοῦ ἄρτου. τὰ δὲ τοιαῦτα ψώθια καὶ ἀτταράγους ἐκάλουν τινές.

psi

7

ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου· ἡ παροιμία παρὰ Ἀριστο‐ φάνει ἐν Ἱππεῦσιν (v. 964). ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ ἀπεσκολυμμένων. παρὰ δὲ Διφίλῳ ἐν τοῖς Ἐναγίσμασι (IV 392 M. = fr. 39 K.) παραπεποίηται ἄχρι τοῦ λάρυγγος.

omega

1

ὦαι· ἔσχαται ἄκραι 〈τοῦ χιτῶνοσ〉.

omega

2

Ὠγύγια κακά· ἐπὶ τῶν ὀχληρῶν. ἐπεὶ συνέβη Κάδμον τὸν Ὠγύγου διὰ τὰς θυγατέρας κακοῖς περιπεσεῖν. ἄμεινον δὲ λέγειν ‘Ὠγύγια κακά‘ τὰ παλαιά. τοῦτο γὰρ ἡ λέξις δηλοῖ (cf. Ael. D. s. v.).

omega

3

ὦτος· παραπλήσιος γλαυκί, ἔχων περὶ τὰ ὦτα πτερύγια. οἱ δὲ νυκτικόρακα.221